7
Περὶ δὲ ὧν ⸀ἐγράψατε* ἐγράψατε WH NA28 ] + μοι Treg RP καλὸν ἀνθρώπῳ γυναικὸς μὴ ἅπτεσθαι· διὰ δὲ τὰς πορνείας ἕκαστος τὴν ἑαυτοῦ γυναῖκα ἐχέτω, καὶ ἑκάστη τὸν ἴδιον ἄνδρα ἐχέτω. τῇ γυναικὶ ὁ ἀνὴρ τὴν ⸀ὀφειλὴν ὀφειλὴν WH Treg NA28 ] ὀφειλομένην εὔνοιαν RPἀποδιδότω, ὁμοίως δὲ καὶ ἡ γυνὴ τῷ ἀνδρί. ἡ γυνὴ τοῦ ἰδίου σώματος οὐκ ἐξουσιάζει ἀλλὰ ὁ ἀνήρ· ὁμοίως δὲ καὶ ὁ ἀνὴρ τοῦ ἰδίου σώματος οὐκ ἐξουσιάζει ἀλλὰ ἡ γυνή. μὴ ἀποστερεῖτε ἀλλήλους, εἰ μήτι ἂν ἐκ συμφώνου πρὸς καιρὸν ἵνα ⸀σχολάσητε σχολάσητε WH Treg NA28 ]  σχολάζητε RP ⸀τῇ§ τῇ WH Treg NA28 ]  + νηστείᾳ καὶ τῇ RP προσευχῇ καὶ πάλιν ἐπὶ τὸ αὐτὸ ⸀ἦτε* ἦτε WH Treg NA28 ] συνέρχησθε RP ἵνα μὴ πειράζῃ ὑμᾶς ὁ Σατανᾶς διὰ τὴν ἀκρασίαν ὑμῶν. τοῦτο δὲ λέγω κατὰ συγγνώμην, οὐ κατʼ ἐπιταγήν. θέλω ⸀δὲ δὲ WH Treg NA28 ] γὰρ RP πάντας ἀνθρώπους εἶναι ὡς καὶ ἐμαυτόν· ἀλλὰ ἕκαστος ἴδιον ⸂ἔχει χάρισμα ἔχει χάρισμα WH Treg NA28 ] χάρισμα ἔχει RP ἐκ θεοῦ, ⸀ὁ§ ⸀ὁ WH Treg NA28 ] ὃς RP μὲν οὕτως, ⸁ὁ* ⸁ὁ WH Treg NA28 ] ὃς RPδὲ οὕτως.
Λέγω δὲ τοῖς ἀγάμοις καὶ ταῖς χήραις, καλὸν ⸀αὐτοῖς αὐτοῖς WH Treg NA28 ] + ἐστιν RPἐὰν μείνωσιν ὡς κἀγώ· εἰ δὲ οὐκ ἐγκρατεύονται, γαμησάτωσαν, κρεῖττον γάρ ἐστιν ⸀γαμῆσαι γαμῆσαι Treg NA28 RP ] γαμεῖν WHἢ πυροῦσθαι.
10 Τοῖς δὲ γεγαμηκόσιν παραγγέλλω, οὐκ ἐγὼ ἀλλὰ ὁ κύριος, γυναῖκα ἀπὸ ἀνδρὸς μὴ χωρισθῆναι— 11 ἐὰν δὲ καὶ χωρισθῇ, μενέτω ἄγαμος ἢ τῷ ἀνδρὶ καταλλαγήτω— καὶ ἄνδρα γυναῖκα μὴ ἀφιέναι.
12 Τοῖς δὲ λοιποῖς ⸂λέγω ἐγώ§ λέγω ἐγώ WH Treg NA28 ] ἐγώ λέγω RP, οὐχ ὁ κύριος· εἴ τις ἀδελφὸς γυναῖκα ἔχει ἄπιστον, καὶ αὕτη συνευδοκεῖ οἰκεῖν μετʼ αὐτοῦ, μὴ ἀφιέτω αὐτήν· 13 καὶ γυνὴ ⸂εἴ τις* εἴ τις NA28 ] ἥτις WH Treg RP ἔχει ἄνδρα ἄπιστον, καὶ ⸀οὗτος οὗτος WH Treg NA28 ] αὑτὸς RP συνευδοκεῖ οἰκεῖν μετʼ αὐτῆς, μὴ ἀφιέτω ⸂τὸν ἄνδρα τὸν ἄνδρα WH Treg NA28 ] αὐτόν RP. 14 ἡγίασται γὰρ ὁ ἀνὴρ ὁ ἄπιστος ἐν τῇ γυναικί, καὶ ἡγίασται ἡ γυνὴ ἡ ἄπιστος ἐν τῷ ⸀ἀδελφῷ§ ἀδελφῷ WH Treg NA28 ] ἀνδρί RP ἐπεὶ ἄρα τὰ τέκνα ὑμῶν ἀκάθαρτά ἐστιν, νῦν δὲ ἅγιά ἐστιν. 15 εἰ δὲ ὁ ἄπιστος χωρίζεται, χωριζέσθω· οὐ δεδούλωται ὁ ἀδελφὸς ἢ ἡ ἀδελφὴ ἐν τοῖς τοιούτοις, ἐν δὲ εἰρήνῃ κέκληκεν ⸀ἡμᾶς* ἡμᾶς Treg NIV RP ] ὑμᾶς WH NA28ὁ θεός. 16 τί γὰρ οἶδας, γύναι, εἰ τὸν ἄνδρα σώσεις; ἢ τί οἶδας, ἄνερ, εἰ τὴν γυναῖκα σώσεις;
17 Εἰ μὴ ἑκάστῳ ὡς ⸀ἐμέρισεν ἐμέρισεν NA28 RP ] μεμέρικεν WH Treg ὁ ⸀κύριος κύριος WH Treg NA28 ] θεός RP ἕκαστον ὡς κέκληκεν ὁ ⸀θεός§ θεός WH Treg NA28 ] κύριος RP οὕτως περιπατείτω· καὶ οὕτως ἐν ταῖς ἐκκλησίαις πάσαις διατάσσομαι. 18 περιτετμημένος τις ἐκλήθη; μὴ ἐπισπάσθω· ἐν ἀκροβυστίᾳ ⸂κέκληταί τις* κέκληταί τις WH Treg NA28 ] τις ἐκλήθη RP; μὴ περιτεμνέσθω. 19 ἡ περιτομὴ οὐδέν ἐστιν, καὶ ἡ ἀκροβυστία οὐδέν ἐστιν, ἀλλὰ τήρησις ἐντολῶν θεοῦ. 20 ἕκαστος ἐν τῇ κλήσει ᾗ ἐκλήθη ἐν ταύτῃ μενέτω.
21 Δοῦλος ἐκλήθης; μή σοι μελέτω· ἀλλʼ εἰ καὶ δύνασαι ἐλεύθερος γενέσθαι, μᾶλλον χρῆσαι. 22 ὁ γὰρ ἐν κυρίῳ κληθεὶς δοῦλος ἀπελεύθερος κυρίου ἐστίν· ⸀ὁμοίως ὁμοίως WH Treg NA28 ] + καὶ RPὁ ἐλεύθερος κληθεὶς δοῦλός ἐστιν Χριστοῦ. 23 τιμῆς ἠγοράσθητε· μὴ γίνεσθε δοῦλοι ἀνθρώπων. 24 ἕκαστος ἐν ᾧ ἐκλήθη, ἀδελφοί, ἐν τούτῳ μενέτω παρὰ θεῷ.
25 Περὶ δὲ τῶν παρθένων ἐπιταγὴν κυρίου οὐκ ἔχω, γνώμην δὲ δίδωμι ὡς ἠλεημένος ὑπὸ κυρίου πιστὸς εἶναι. 26 νομίζω οὖν τοῦτο καλὸν ὑπάρχειν διὰ τὴν ἐνεστῶσαν ἀνάγκην, ὅτι καλὸν ἀνθρώπῳ τὸ οὕτως εἶναι. 27 δέδεσαι γυναικί; μὴ ζήτει λύσιν· λέλυσαι ἀπὸ γυναικός; μὴ ζήτει γυναῖκα· 28 ἐὰν δὲ καὶ ⸀γαμήσῃς γαμήσῃς WH Treg NA28 ] γήμῃς RP οὐχ ἥμαρτες. καὶ ἐὰν γήμῃ ἡ παρθένος, οὐχ ἥμαρτεν. θλῖψιν δὲ τῇ σαρκὶ ἕξουσιν οἱ τοιοῦτοι, ἐγὼ δὲ ὑμῶν φείδομαι. 29 τοῦτο δέ φημι, ἀδελφοί, ὁ καιρὸς συνεσταλμένος ⸂ἐστίν· τὸ λοιπὸν⸃ ἵνα καὶ οἱ ἔχοντες γυναῖκας ὡς μὴ ἔχοντες ὦσιν,§ ἐστίν τὸ λοιπὸν WH Treg NA28 ] τὸ λοιπὸν ἐστίν RP 30 καὶ οἱ κλαίοντες ὡς μὴ κλαίοντες, καὶ οἱ χαίροντες ὡς μὴ χαίροντες, καὶ οἱ ἀγοράζοντες ὡς μὴ κατέχοντες, 31 καὶ οἱ χρώμενοι ⸂τὸν κόσμον* τὸν κόσμον WH Treg NA28 ] τῷ κόσμῳ τούτῳ RP ὡς μὴ καταχρώμενοι· παράγει γὰρ τὸ σχῆμα τοῦ κόσμου τούτου.
32 Θέλω δὲ ὑμᾶς ἀμερίμνους εἶναι. ὁ ἄγαμος μεριμνᾷ τὰ τοῦ κυρίου, πῶς ⸀ἀρέσῃ ἀρέσῃ WH Treg NA28 ] ἀρέσει RPτῷ κυρίῳ· 33 ὁ δὲ γαμήσας μεριμνᾷ τὰ τοῦ κόσμου, πῶς ⸀ἀρέσῃ ἀρέσῃ WH Treg NA28 ] ἀρέσει RPτῇ γυναικί, 34 ⸀καὶ§ καὶ WH Treg NA28 ] – RP μεμέρισται. καὶ ἡ γυνὴ ⸂ἡ ἄγαμος* ἡ ἄγαμος WH Treg NA28 ] – RP καὶ ἡ ⸀παρθένος παρθένος WH Treg NA28 ] + Ἡ ἄγαμος RP μεριμνᾷ τὰ τοῦ κυρίου, ἵνα ᾖ ἁγία καὶ ⸀τῷ ⸀τῷ WH Treg NA28 ] – RP σώματι καὶ ⸁τῷ§ ⸁τῷ WH Treg NA28 ] – RP πνεύματι· ἡ δὲ γαμήσασα μεριμνᾷ τὰ τοῦ κόσμου, πῶς ⸀ἀρέσῃ* ἀρέσῃ WH Treg NA28 ] ἀρέσει RPτῷ ἀνδρί. 35 τοῦτο δὲ πρὸς τὸ ὑμῶν αὐτῶν ⸀σύμφορον σύμφορον WH Treg NA28 ] συμφέρον RP λέγω, οὐχ ἵνα βρόχον ὑμῖν ἐπιβάλω, ἀλλὰ πρὸς τὸ εὔσχημον καὶ ⸀εὐπάρεδρον εὐπάρεδρον WH Treg NA28 ] εὐπρόσεδρον RPτῷ κυρίῳ ἀπερισπάστως.
36 Εἰ δέ τις ἀσχημονεῖν ἐπὶ τὴν παρθένον αὐτοῦ νομίζει ἐὰν ᾖ ὑπέρακμος, καὶ οὕτως ὀφείλει γίνεσθαι, ὃ θέλει ποιείτω· οὐχ ἁμαρτάνει· γαμείτωσαν. 37 ὃς δὲ ἕστηκεν ⸂ἐν τῇ καρδίᾳ αὐτοῦ ἑδραῖος§ ἐν τῇ καρδίᾳ αὐτοῦ ἑδραῖος WH Treg NA28 ] ἑδραῖος ἐν τῇ καρδίᾳ RP μὴ ἔχων ἀνάγκην, ἐξουσίαν δὲ ἔχει περὶ τοῦ ἰδίου θελήματος, καὶ τοῦτο κέκρικεν ἐν τῇ ⸂ἰδίᾳ καρδίᾳ* ἰδίᾳ καρδίᾳ WH Treg NA28 ] καρδίᾳ αὐτοῦ RP , ⸀τηρεῖν τηρεῖν WH Treg NA28 ] τοῦ τηρεῖν RP τὴν ἑαυτοῦ παρθένον, καλῶς ⸀ποιήσει ποιήσει WH Treg NA28 ] ποιεῖ RP 38 ὥστε καὶ ὁ ⸀γαμίζων§ ⸀γαμίζων WH Treg NA28 ] ἐκγαμίζων RP ⸂τὴν παρθένον ἑαυτοῦ* τὴν παρθένον ἑαυτοῦ Treg ] τὴν ἑαυτοῦ παρθένον WH NA28; – RP καλῶς ποιεῖ, ⸂καὶ ὁ καὶ ὁ WH Treg NA28 ] ὁ δὲ RP μὴ ⸁γαμίζων ⸁γαμίζων WH Treg NA28 ] ἑκγαμίζων RP κρεῖσσον ⸀ποιήσει§ ποιήσει WH Treg NA28 ] ποιεῖ RP
39 Γυνὴ ⸀δέδεται* δέδεται WH Treg NA28 ] + νόμῳ RP ἐφʼ ὅσον χρόνον ζῇ ὁ ἀνὴρ αὐτῆς· ἐὰν ⸀δὲ δὲ WH Treg NA28 ] + καί RPκοιμηθῇ ὁ ἀνήρ, ἐλευθέρα ἐστὶν ᾧ θέλει γαμηθῆναι, μόνον ἐν κυρίῳ· 40 μακαριωτέρα δέ ἐστιν ἐὰν οὕτως μείνῃ, κατὰ τὴν ἐμὴν γνώμην, δοκῶ ⸀δὲ δὲ Treg NA28 RP ] γὰρ WHκἀγὼ πνεῦμα θεοῦ ἔχειν.

*7:1 ἐγράψατε WH NA28 ] + μοι Treg RP

7:3 ὀφειλὴν WH Treg NA28 ] ὀφειλομένην εὔνοιαν RP

7:5 σχολάσητε WH Treg NA28 ]  σχολάζητε RP

§7:5 τῇ WH Treg NA28 ]  + νηστείᾳ καὶ τῇ RP

*7:5 ἦτε WH Treg NA28 ] συνέρχησθε RP

7:7 δὲ WH Treg NA28 ] γὰρ RP

7:7 ἔχει χάρισμα WH Treg NA28 ] χάρισμα ἔχει RP

§7:7 ⸀ὁ WH Treg NA28 ] ὃς RP

*7:7 ⸁ὁ WH Treg NA28 ] ὃς RP

7:8 αὐτοῖς WH Treg NA28 ] + ἐστιν RP

7:9 γαμῆσαι Treg NA28 RP ] γαμεῖν WH

§7:12 λέγω ἐγώ WH Treg NA28 ] ἐγώ λέγω RP

*7:13 εἴ τις NA28 ] ἥτις WH Treg RP

7:13 οὗτος WH Treg NA28 ] αὑτὸς RP

7:13 τὸν ἄνδρα WH Treg NA28 ] αὐτόν RP

§7:14 ἀδελφῷ WH Treg NA28 ] ἀνδρί RP

*7:15 ἡμᾶς Treg NIV RP ] ὑμᾶς WH NA28

7:17 ἐμέρισεν NA28 RP ] μεμέρικεν WH Treg

7:17 κύριος WH Treg NA28 ] θεός RP

§7:17 θεός WH Treg NA28 ] κύριος RP

*7:18 κέκληταί τις WH Treg NA28 ] τις ἐκλήθη RP

7:22 ὁμοίως WH Treg NA28 ] + καὶ RP

7:28 γαμήσῃς WH Treg NA28 ] γήμῃς RP

§7:29 ἐστίν τὸ λοιπὸν WH Treg NA28 ] τὸ λοιπὸν ἐστίν RP

*7:31 τὸν κόσμον WH Treg NA28 ] τῷ κόσμῳ τούτῳ RP

7:32 ἀρέσῃ WH Treg NA28 ] ἀρέσει RP

7:33 ἀρέσῃ WH Treg NA28 ] ἀρέσει RP

§7:34 καὶ WH Treg NA28 ] – RP

*7:34 ἡ ἄγαμος WH Treg NA28 ] – RP

7:34 παρθένος WH Treg NA28 ] + Ἡ ἄγαμος RP

7:34 ⸀τῷ WH Treg NA28 ] – RP

§7:34 ⸁τῷ WH Treg NA28 ] – RP

*7:34 ἀρέσῃ WH Treg NA28 ] ἀρέσει RP

7:35 σύμφορον WH Treg NA28 ] συμφέρον RP

7:35 εὐπάρεδρον WH Treg NA28 ] εὐπρόσεδρον RP

§7:37 ἐν τῇ καρδίᾳ αὐτοῦ ἑδραῖος WH Treg NA28 ] ἑδραῖος ἐν τῇ καρδίᾳ RP

*7:37 ἰδίᾳ καρδίᾳ WH Treg NA28 ] καρδίᾳ αὐτοῦ RP

7:37 τηρεῖν WH Treg NA28 ] τοῦ τηρεῖν RP

7:37 ποιήσει WH Treg NA28 ] ποιεῖ RP

§7:38 ⸀γαμίζων WH Treg NA28 ] ἐκγαμίζων RP

*7:38 τὴν παρθένον ἑαυτοῦ Treg ] τὴν ἑαυτοῦ παρθένον WH NA28; – RP

7:38 καὶ ὁ WH Treg NA28 ] ὁ δὲ RP

7:38 ⸁γαμίζων WH Treg NA28 ] ἑκγαμίζων RP

§7:38 ποιήσει WH Treg NA28 ] ποιεῖ RP

*7:39 δέδεται WH Treg NA28 ] + νόμῳ RP

7:39 δὲ WH Treg NA28 ] + καί RP

7:40 δὲ Treg NA28 RP ] γὰρ WH