8
1 Περὶ δὲ τῶν εἰδωλοθύτων, οἴδαμεν ὅτι πάντες γνῶσιν ἔχομεν. ἡ γνῶσις φυσιοῖ, ἡ δὲ ἀγάπη οἰκοδομεῖ. 2 ⸀εἴ* εἴ WH Treg NA28 ] + δέ RP τις δοκεῖ ⸀ἐγνωκέναι† ἐγνωκέναι WH Treg NA28 ] εἰδέναι RP τι, ⸀οὔπω‡ οὔπω WH Treg NA28 ] οὐδέπω οὐδὲν RP ⸀ἔγνω§ ἔγνω WH Treg NA28 ] ἔγνωκεν RPκαθὼς δεῖ γνῶναι· 3 εἰ δέ τις ἀγαπᾷ τὸν θεόν, οὗτος ἔγνωσται ὑπʼ αὐτοῦ.
4 Περὶ τῆς βρώσεως οὖν τῶν εἰδωλοθύτων οἴδαμεν ὅτι οὐδὲν εἴδωλον ἐν κόσμῳ, καὶ ὅτι οὐδεὶς ⸀θεὸς* θεὸς WH Treg NA28 ] + ἕτερος RPεἰ μὴ εἷς. 5 καὶ γὰρ εἴπερ εἰσὶν λεγόμενοι θεοὶ εἴτε ἐν οὐρανῷ εἴτε ἐπὶ γῆς, ὥσπερ εἰσὶν θεοὶ πολλοὶ καὶ κύριοι πολλοί, 6 ἀλλʼ ἡμῖν εἷς θεὸς ὁ πατήρ, ἐξ οὗ τὰ πάντα καὶ ἡμεῖς εἰς αὐτόν, καὶ εἷς κύριος Ἰησοῦς Χριστός, διʼ οὗ τὰ πάντα καὶ ἡμεῖς διʼ αὐτοῦ.
7 Ἀλλʼ οὐκ ἐν πᾶσιν ἡ γνῶσις· τινὲς δὲ τῇ ⸀συνηθείᾳ† συνηθείᾳ WH Treg NA28 ] συνειδήσει RP ⸂ἕως ἄρτι τοῦ εἰδώλου‡ ἕως ἄρτι τοῦ εἰδώλου WH Treg NA28 ] τοῦ εἰδώλου ἕως ἄρτι RP ὡς εἰδωλόθυτον ἐσθίουσιν, καὶ ἡ συνείδησις αὐτῶν ἀσθενὴς οὖσα μολύνεται. 8 βρῶμα δὲ ἡμᾶς οὐ ⸀παραστήσει§ παραστήσει WH Treg NA28 ] παρίστησιν RP τῷ θεῷ· οὔτε ⸂γὰρ ἐὰν φάγωμεν, περισσεύομεν, οὔτε ἐὰν μὴ φάγωμεν, ὑστερούμεθα* γὰρ ἐὰν φάγωμεν, περισσεύομεν, οὔτε ἐὰν μὴ φάγωμεν, ὑστερούμεθα RP ] ἐὰν μὴ φάγωμεν, ὑστερούμεθα, οὔτε ἐὰν φάγωμεν, περισσεύομεν WH NA28; ἐὰν μὴ φάγωμεν, ὑστερούμεθα, οὔτε ἐὰν φάγωμεν, περισσεύομεθα Treg. 9 βλέπετε δὲ μή πως ἡ ἐξουσία ὑμῶν αὕτη πρόσκομμα γένηται τοῖς ⸀ἀσθενέσιν† ἀσθενέσιν WH Treg NA28 ] ἀσθενοῦσιν RP 10 ἐὰν γάρ τις ἴδῃ σὲ τὸν ἔχοντα γνῶσιν ἐν εἰδωλείῳ κατακείμενον, οὐχὶ ἡ συνείδησις αὐτοῦ ἀσθενοῦς ὄντος οἰκοδομηθήσεται εἰς τὸ τὰ εἰδωλόθυτα ἐσθίειν; 11 ⸂ἀπόλλυται γὰρ‡ ἀπόλλυται γὰρ WH Treg NA28 ] Καὶ ἀπολεῖται RP ὁ ἀσθενῶν ⸀ἐν§ ἐν WH Treg NA28 ] ἀδελφὸς ἐπὶ RP τῇ σῇ γνώσει, ⸂ὁ ἀδελφὸς* ὁ ἀδελφὸς WH Treg NA28 ] – RP διʼ ὃν Χριστὸς ἀπέθανεν. 12 οὕτως δὲ ἁμαρτάνοντες εἰς τοὺς ἀδελφοὺς καὶ τύπτοντες αὐτῶν τὴν συνείδησιν ἀσθενοῦσαν εἰς Χριστὸν ἁμαρτάνετε. 13 διόπερ εἰ βρῶμα σκανδαλίζει τὸν ἀδελφόν μου, οὐ μὴ φάγω κρέα εἰς τὸν αἰῶνα, ἵνα μὴ τὸν ἀδελφόν μου σκανδαλίσω.
*8:2 εἴ WH Treg NA28 ] + δέ RP
†8:2 ἐγνωκέναι WH Treg NA28 ] εἰδέναι RP
‡8:2 οὔπω WH Treg NA28 ] οὐδέπω οὐδὲν RP
§8:2 ἔγνω WH Treg NA28 ] ἔγνωκεν RP
*8:4 θεὸς WH Treg NA28 ] + ἕτερος RP
†8:7 συνηθείᾳ WH Treg NA28 ] συνειδήσει RP
‡8:7 ἕως ἄρτι τοῦ εἰδώλου WH Treg NA28 ] τοῦ εἰδώλου ἕως ἄρτι RP
§8:8 παραστήσει WH Treg NA28 ] παρίστησιν RP
*8:8 γὰρ ἐὰν φάγωμεν, περισσεύομεν, οὔτε ἐὰν μὴ φάγωμεν, ὑστερούμεθα RP ] ἐὰν μὴ φάγωμεν, ὑστερούμεθα, οὔτε ἐὰν φάγωμεν, περισσεύομεν WH NA28; ἐὰν μὴ φάγωμεν, ὑστερούμεθα, οὔτε ἐὰν φάγωμεν, περισσεύομεθα Treg
†8:9 ἀσθενέσιν WH Treg NA28 ] ἀσθενοῦσιν RP
‡8:11 ἀπόλλυται γὰρ WH Treg NA28 ] Καὶ ἀπολεῖται RP
§8:11 ἐν WH Treg NA28 ] ἀδελφὸς ἐπὶ RP
*8:11 ὁ ἀδελφὸς WH Treg NA28 ] – RP