11
Λέγω οὖν, μὴ ἀπώσατο ὁ θεὸς τὸν λαὸν αὐτοῦ; Μὴ γένοιτο. Καὶ γὰρ ἐγὼ Ἰσραηλίτης εἰμί, ἐκ σπέρματος Ἀβραάμ, φυλῆς Βενιαμίν. Οὐκ ἀπώσατο ὁ θεὸς τὸν λαὸν αὐτοῦ ὃν προέγνω. Ἢ οὐκ οἴδατε ἐν Ἠλίᾳ τί λέγει ἡ γραφή; Ὡς ἐντυγχάνει τῷ θεῷ κατὰ τοῦ Ἰσραήλ, * ⸋ λέγων RP f35 TR ¦ – TNT2 WH NA NIV SBL ⸋λέγων,⸌ Κύριε, τοὺς προφήτας σου ἀπέκτειναν, * ⸋ καὶ RP f35 TR ¦ – TNT2 WH NA NIV SBL ⸋καὶ⸌ τὰ θυσιαστήριά σου κατέσκαψαν· κἀγὼ ὑπελείφθην μόνος, καὶ ζητοῦσιν τὴν ψυχήν μου. Ἀλλὰ τί λέγει αὐτῷ ὁ χρηματισμός; Κατέλιπον ἐμαυτῷ ἑπτακισχιλίους ἄνδρας, οἵτινες οὐκ ἔκαμψαν γόνυ τῇ Βάαλ. Οὕτως οὖν καὶ ἐν τῷ νῦν καιρῷ λεῖμμα κατ᾽ ἐκλογὴν χάριτος γέγονεν. Εἰ δὲ χάριτι, οὐκέτι ἐξ ἔργων· ἐπεὶ ἡ χάρις οὐκέτι γίνεται χάρις. * ⸋ Εἰ δὲ ἐξ ἔργων … οὐκέτι ἐστὶν ἔργον. RP f35 TR ¦ – TNT2 WH NA NIV SBL ⸋Εἰ δὲ ἐξ ἔργων, οὐκέτι ἐστὶν χάρις· ἐπεὶ τὸ ἔργον οὐκέτι ἐστὶν ἔργον.⸌ Τί οὖν; Ὃ ἐπιζητεῖ Ἰσραήλ, * ⸂ τοῦτο RP TNT2 WH NA NIV SBL ¦ τούτου f35 TR ⸂τοῦτο⸃ οὐκ ἐπέτυχεν, ἡ δὲ ἐκλογὴ ἐπέτυχεν, οἱ δὲ λοιποὶ ἐπωρώθησαν· * ⸂ καθὼς RP f35 TR NA27+28 NIV SBL ¦ καθάπερ TNT2 WH NA25 ⸂καθὼς⸃ γέγραπται, Ἔδωκεν αὐτοῖς ὁ θεὸς πνεῦμα κατανύξεως, ὀφθαλμοὺς τοῦ μὴ βλέπειν, καὶ ὦτα τοῦ μὴ ἀκούειν, ἕως τῆς σήμερον ἡμέρας. Καὶ Δαυὶδ λέγει, Γενηθήτω ἡ τράπεζα αὐτῶν εἰς παγίδα καὶ εἰς θήραν, καὶ εἰς σκάνδαλον, καὶ εἰς ἀνταπόδομα αὐτοῖς· 10 σκοτισθήτωσαν οἱ ὀφθαλμοὶ αὐτῶν τοῦ μὴ βλέπειν, καὶ τὸν νῶτον αὐτῶν διὰ παντὸς σύγκαμψον. 11 Λέγω οὖν, μὴ ἔπταισαν ἵνα πέσωσιν; Μὴ γένοιτο· ἀλλὰ τῷ αὐτῶν παραπτώματι ἡ σωτηρία τοῖς ἔθνεσιν, εἰς τὸ παραζηλῶσαι αὐτούς. 12 Εἰ δὲ τὸ παράπτωμα αὐτῶν πλοῦτος κόσμου, καὶ τὸ ἥττημα αὐτῶν πλοῦτος ἐθνῶν, πόσῳ μᾶλλον τὸ πλήρωμα αὐτῶν; 13 Ὑμῖν * ⸂ γὰρ RP f35 TR ¦ δὲ TNT2 WH NA NIV SBL ⸂γὰρ⸃ λέγω τοῖς ἔθνεσιν. Ἐφ᾽ ὅσον μέν * ⸆ – RP f35 TR ¦ οὖν TNT2 WH NA NIV SBL ⸆ εἰμι ἐγὼ ἐθνῶν ἀπόστολος, τὴν διακονίαν μου δοξάζω· 14 εἴ πως παραζηλώσω μου τὴν σάρκα, καὶ σώσω τινὰς ἐξ αὐτῶν. 15 Εἰ γὰρ ἡ ἀποβολὴ αὐτῶν καταλλαγὴ κόσμου, τίς ἡ πρόσληψις, εἰ μὴ ζωὴ ἐκ νεκρῶν; 16 Εἰ δὲ ἡ ἀπαρχὴ ἁγία, καὶ τὸ φύραμα· καὶ εἰ ἡ ῥίζα ἁγία, καὶ οἱ κλάδοι. 17 Εἰ δέ τινες τῶν κλάδων ἐξεκλάσθησαν, σὺ δὲ ἀγριέλαιος ὢν ἐνεκεντρίσθης ἐν αὐτοῖς, καὶ συγκοινωνὸς τῆς ῥίζης * ⸋ καὶ RP f35 TR TNT2 ¦ – WH NA NIV SBL ⸋καὶ⸌ τῆς πιότητος τῆς ἐλαίας ἐγένου, 18 μὴ κατακαυχῶ τῶν κλάδων· εἰ δὲ κατακαυχᾶσαι, οὐ σὺ τὴν ῥίζαν βαστάζεις, ἀλλ᾽ ἡ ῥίζα σέ. 19 Ἐρεῖς οὖν, Ἐξεκλάσθησαν * ⸆ – RP f35 TNT2 WH NA NIV SBL ¦ οἱ TR ⸆ κλάδοι, ἵνα ἐγὼ ἐγκεντρισθῶ. 20 Καλῶς· τῇ ἀπιστίᾳ ἐξεκλάσθησαν, σὺ δὲ τῇ πίστει ἕστηκας. Μὴ * ⸂ ὑψηλοφρόνει RP f35 TR ¦ ὑψηλὰ φρόνει TNT2 WH NA NIV SBL ⸂ὑψηλοφρόνει,⸃ ἀλλὰ φοβοῦ· 21 εἰ γὰρ ὁ θεὸς τῶν κατὰ φύσιν κλάδων οὐκ ἐφείσατο, * ⸋ μήπως RP f35 TR NA27+28 ¦ – TNT2 WH NA25 NIV SBL ⸋μήπως⸌ οὐδέ σου φείσεται. 22 Ἴδε οὖν * ⸂ χρηστότητα καὶ ἀποτομίαν θεοῦ … ἀποτομίαν … χρηστότητα RP f35 TR ¦ χρηστότητα καὶ ἀποτομίαν θεοῦ … ἀποτομία … χρηστότης θεοῦ TNT2 WH NA NIV SBL ⸂χρηστότητα καὶ ἀποτομίαν θεοῦ· ἐπὶ μὲν τοὺς πεσόντας, ἀποτομίαν· ἐπὶ δέ σε, χρηστότητα,⸃ ἐὰν ἐπιμείνῃς τῇ χρηστότητι· ἐπεὶ καὶ σὺ ἐκκοπήσῃ. 23 Καὶ ἐκεῖνοι δέ, ἐὰν μὴ * ⸂ ἐπιμείνωσιν RP f35 ¦ ἐπιμείνωσι TR ¦ ἐπιμένωσιν TNT2 NA NIV ¦ ἐπιμένωσι WH SBL ⸂ἐπιμείνωσιν⸃ τῇ ἀπιστίᾳ, ἐγκεντρισθήσονται· δυνατὸς γὰρ * ⸉ ὁ θεός ἐστιν RP f35 ¦ ἐστιν ὁ θεός TR TNT2 WH NA NIV SBL ⸉ὁ θεός ἐστιν⸊ πάλιν ἐγκεντρίσαι αὐτούς. 24 Εἰ γὰρ σὺ ἐκ τῆς κατὰ φύσιν ἐξεκόπης ἀγριελαίου, καὶ παρὰ φύσιν ἐνεκεντρίσθης εἰς καλλιέλαιον, πόσῳ μᾶλλον οὗτοι, οἱ κατὰ φύσιν, ἐγκεντρισθήσονται τῇ ἰδίᾳ ἐλαίᾳ;
25 Οὐ γὰρ θέλω ὑμᾶς ἀγνοεῖν, ἀδελφοί, τὸ μυστήριον τοῦτο, ἵνα μὴ ἦτε * ⸂ παρ᾽ RP f35 TR NA27+28 NIV73 ¦ ἐν TNT2 WH NA25 NIV11 ¦ – SBL ⸂παρ᾽⸃ ἑαυτοῖς φρόνιμοι, ὅτι πώρωσις ἀπὸ μέρους τῷ Ἰσραὴλ γέγονεν, ἄχρι οὗ τὸ πλήρωμα τῶν ἐθνῶν εἰσέλθῃ· 26 καὶ οὕτως πᾶς Ἰσραὴλ σωθήσεται· καθὼς γέγραπται, Ἥξει ἐκ Σιὼν ὁ ῥυόμενος, * ⸋ καὶ RP f35 TR ¦ – TNT2 WH NA NIV SBL ⸋καὶ⸌ ἀποστρέψει ἀσεβείας ἀπὸ Ἰακώβ· 27 καὶ αὕτη αὐτοῖς ἡ παρ᾽ ἐμοῦ διαθήκη, ὅταν ἀφέλωμαι τὰς ἁμαρτίας αὐτῶν. 28 Κατὰ μὲν τὸ εὐαγγέλιον, ἐχθροὶ δι᾽ ὑμᾶς· κατὰ δὲ τὴν ἐκλογήν, ἀγαπητοὶ διὰ τοὺς πατέρας. 29 Ἀμεταμέλητα γὰρ τὰ χαρίσματα καὶ ἡ κλῆσις τοῦ θεοῦ. 30 Ὥσπερ γὰρ * ⸋ καὶ RP f35 TR ¦ – TNT2 WH NA NIV SBL ⸋καὶ⸌ ὑμεῖς ποτὲ ἠπειθήσατε τῷ θεῷ, νῦν δὲ ἠλεήθητε τῇ τούτων ἀπειθείᾳ· 31 οὕτως * ⸂ καὶ οὗτοι νῦν … καὶ αὐτοὶ RP f35 TR TNT2 ¦ καὶ οὗτοι νῦν … καὶ αὐτοὶ νῦν WH NA NIV SBL ⸂καὶ οὗτοι νῦν ἠπείθησαν, τῷ ὑμετέρῳ ἐλέει ἵνα καὶ αὐτοὶ⸃ ἐλεηθῶσιν· 32 συνέκλεισεν γὰρ ὁ θεὸς τοὺς πάντας εἰς ἀπείθειαν, ἵνα τοὺς πάντας ἐλεήσῃ.
33 Ὦ βάθος πλούτου καὶ σοφίας καὶ γνώσεως θεοῦ. Ὡς ἀνεξερεύνητα τὰ κρίματα αὐτοῦ, καὶ ἀνεξιχνίαστοι αἱ ὁδοὶ αὐτοῦ. 34 Τίς γὰρ ἔγνω νοῦν κυρίου; Ἢ τίς σύμβουλος αὐτοῦ ἐγένετο; 35 Ἢ τίς προέδωκεν αὐτῷ, καὶ ἀνταποδοθήσεται αὐτῷ; 36 Ὅτι ἐξ αὐτοῦ καὶ δι᾽ αὐτοῦ καὶ εἰς αὐτὸν τὰ πάντα· αὐτῷ ἡ δόξα εἰς τοὺς αἰῶνας. Ἀμήν.

*11:2 ⸋ λέγων RP f 35 TR ¦ – TNT2 WH NA NIV SBL

*11:3 ⸋ καὶ RP f 35 TR ¦ – TNT2 WH NA NIV SBL

*11:6 ⸋ Εἰ δὲ ἐξ ἔργων … οὐκέτι ἐστὶν ἔργον. RP f 35 TR ¦ – TNT2 WH NA NIV SBL

*11:7 ⸂ τοῦτο RP TNT2 WH NA NIV SBL ¦ τούτου f 35 TR

*11:8 ⸂ καθὼς RP f 35 TR NA27+28 NIV SBL ¦ καθάπερ TNT2 WH NA25

*11:13 ⸂ γὰρ RP f 35 TR ¦ δὲ TNT2 WH NA NIV SBL

*11:13 ⸆ – RP f 35 TR ¦ οὖν TNT2 WH NA NIV SBL

*11:17 ⸋ καὶ RP f 35 TR TNT2 ¦ – WH NA NIV SBL

*11:19 ⸆ – RP f 35 TNT2 WH NA NIV SBL ¦ οἱ TR

*11:20 ⸂ ὑψηλοφρόνει RP f 35 TR ¦ ὑψηλὰ φρόνει TNT2 WH NA NIV SBL

*11:21 ⸋ μήπως RP f 35 TR NA27+28 ¦ – TNT2 WH NA25 NIV SBL

*11:22 ⸂ χρηστότητα καὶ ἀποτομίαν θεοῦ … ἀποτομίαν … χρηστότητα RP f 35 TR ¦ χρηστότητα καὶ ἀποτομίαν θεοῦ … ἀποτομία … χρηστότης θεοῦ TNT2 WH NA NIV SBL

*11:23 ⸂ ἐπιμείνωσιν RP f 35 ¦ ἐπιμείνωσι TR ¦ ἐπιμένωσιν TNT2 NA NIV ¦ ἐπιμένωσι WH SBL

*11:23 ⸉ ὁ θεός ἐστιν RP f 35 ¦ ἐστιν ὁ θεός TR TNT2 WH NA NIV SBL

*11:25 ⸂ παρ᾽ RP f 35 TR NA27+28 NIV73 ¦ ἐν TNT2 WH NA25 NIV11 ¦ – SBL

*11:26 ⸋ καὶ RP f 35 TR ¦ – TNT2 WH NA NIV SBL

*11:30 ⸋ καὶ RP f 35 TR ¦ – TNT2 WH NA NIV SBL

*11:31 ⸂ καὶ οὗτοι νῦν … καὶ αὐτοὶ RP f 35 TR TNT2 ¦ καὶ οὗτοι νῦν … καὶ αὐτοὶ νῦν WH NA NIV SBL