2
Διὰ τοῦτο δεῖ περισσοτέρως * ⸉ ἡμᾶς προσέχειν RP f35 TR ¦ προσέχειν ἡμᾶς TNT2 WH NA NIV SBL ⸉ἡμᾶς προσέχειν⸊ τοῖς ἀκουσθεῖσιν, μήποτε παραρρυῶμεν. Εἰ γὰρ ὁ δι᾽ ἀγγέλων λαληθεὶς λόγος ἐγένετο βέβαιος, καὶ πᾶσα παράβασις καὶ παρακοὴ ἔλαβεν ἔνδικον μισθαποδοσίαν, πῶς ἡμεῖς ἐκφευξόμεθα τηλικαύτης ἀμελήσαντες σωτηρίας; Ἥτις, ἀρχὴν λαβοῦσα λαλεῖσθαι διὰ τοῦ κυρίου, ὑπὸ τῶν ἀκουσάντων εἰς ἡμᾶς ἐβεβαιώθη, συνεπιμαρτυροῦντος τοῦ θεοῦ σημείοις * ⸋ τε RP TR TNT2 WH NA NIV SBL ¦ – f35 ⸋τε⸌ καὶ τέρασιν, καὶ ποικίλαις δυνάμεσιν, καὶ πνεύματος ἁγίου μερισμοῖς, κατὰ τὴν αὐτοῦ θέλησιν.
Οὐ γὰρ ἀγγέλοις ὑπέταξεν τὴν οἰκουμένην τὴν μέλλουσαν, περὶ ἧς λαλοῦμεν. Διεμαρτύρατο δέ πού τις λέγων, Τί ἐστιν ἄνθρωπος, ὅτι μιμνήσκῃ αὐτοῦ; Ἢ υἱὸς ἀνθρώπου, ὅτι ἐπισκέπτῃ αὐτόν; Ἠλάττωσας αὐτὸν βραχύ τι παρ᾽ ἀγγέλους· δόξῃ καὶ τιμῇ ἐστεφάνωσας αὐτόν· * ⸆ – RP f35 NA NIV SBL ¦ καὶ κατέστησας αὐτὸν ἐπὶ τὰ ἔργα τῶν χειρῶν σου· TR TNT2 WH πάντα ὑπέταξας ὑποκάτω τῶν ποδῶν αὐτοῦ. Ἐν * ⸉ γὰρ τῷ RP f35 TR ¦ τῷ γὰρ TNT2 WH NA NIV SBL ⸉γὰρ τῷ⸊ ὑποτάξαι * ⸋ αὐτῷ RP f35 TR TNT2 WH NA NIV ¦ – SBL ⸋αὐτῷ⸌ τὰ πάντα, οὐδὲν ἀφῆκεν αὐτῷ ἀνυπότακτον. Νῦν δὲ οὔπω ὁρῶμεν αὐτῷ τὰ πάντα ὑποτεταγμένα. Τὸν δὲ βραχύ τι παρ᾽ ἀγγέλους ἠλαττωμένον βλέπομεν Ἰησοῦν, διὰ τὸ πάθημα τοῦ θανάτου δόξῃ καὶ τιμῇ ἐστεφανωμένον, ὅπως * ⸂ χάριτι RP f35 TR TNT2 WH NA NIV ¦ χωρὶς SBL ⸂χάριτι⸃ θεοῦ ὑπὲρ παντὸς γεύσηται θανάτου. 10 Ἔπρεπεν γὰρ αὐτῷ, δι᾽ ὃν τὰ πάντα, καὶ δι᾽ οὗ τὰ πάντα, πολλοὺς υἱοὺς εἰς δόξαν ἀγαγόντα, τὸν ἀρχηγὸν τῆς σωτηρίας αὐτῶν διὰ παθημάτων τελειῶσαι. 11 Ὅ τε γὰρ ἁγιάζων καὶ οἱ ἁγιαζόμενοι, ἐξ ἑνὸς πάντες· δι᾽ ἣν αἰτίαν οὐκ ἐπαισχύνεται ἀδελφοὺς αὐτοὺς καλεῖν, 12 λέγων, Ἀπαγγελῶ τὸ ὄνομά σου τοῖς ἀδελφοῖς μου, ἐν μέσῳ ἐκκλησίας ὑμνήσω σε. 13 Καὶ πάλιν, Ἐγὼ ἔσομαι πεποιθὼς ἐπ᾽ αὐτῷ. Καὶ πάλιν, Ἰδοὺ ἐγὼ καὶ τὰ παιδία ἅ μοι ἔδωκεν ὁ θεός. 14 Ἐπεὶ οὖν τὰ παιδία κεκοινώνηκεν * ⸉ σαρκὸς καὶ αἵματος RP f35 TR ¦ αἵματος καὶ σαρκὸς TNT2 WH NA NIV SBL ⸉σαρκὸς καὶ αἵματος,⸊ καὶ αὐτὸς παραπλησίως μετέσχεν τῶν αὐτῶν, ἵνα διὰ τοῦ θανάτου καταργήσῃ τὸν τὸ κράτος ἔχοντα τοῦ θανάτου, τοῦτ᾽ ἔστιν τὸν διάβολον, 15 καὶ ἀπαλλάξῃ τούτους, ὅσοι φόβῳ θανάτου διὰ παντὸς τοῦ ζῇν ἔνοχοι ἦσαν δουλείας. 16 Οὐ γὰρ δήπου ἀγγέλων ἐπιλαμβάνεται, ἀλλὰ σπέρματος Ἀβραὰμ ἐπιλαμβάνεται. 17 Ὅθεν ὤφειλεν κατὰ πάντα τοῖς ἀδελφοῖς ὁμοιωθῆναι, ἵνα ἐλεήμων γένηται καὶ πιστὸς ἀρχιερεὺς τὰ πρὸς τὸν θεόν, εἰς τὸ ἱλάσκεσθαι τὰς ἁμαρτίας τοῦ λαοῦ. 18 Ἐν ᾧ γὰρ πέπονθεν αὐτὸς πειρασθείς, δύναται τοῖς πειραζομένοις βοηθῆσαι.

*2:1 ⸉ ἡμᾶς προσέχειν RP f 35 TR ¦ προσέχειν ἡμᾶς TNT2 WH NA NIV SBL

*2:4 ⸋ τε RP TR TNT2 WH NA NIV SBL ¦ – f 35

*2:7 ⸆ – RP f 35 NA NIV SBL ¦ καὶ κατέστησας αὐτὸν ἐπὶ τὰ ἔργα τῶν χειρῶν σου· TR TNT2 WH

*2:8 ⸉ γὰρ τῷ RP f 35 TR ¦ τῷ γὰρ TNT2 WH NA NIV SBL

*2:8 ⸋ αὐτῷ RP f 35 TR TNT2 WH NA NIV ¦ – SBL

*2:9 ⸂ χάριτι RP f 35 TR TNT2 WH NA NIV ¦ χωρὶς SBL

*2:14 ⸉ σαρκὸς καὶ αἵματος RP f 35 TR ¦ αἵματος καὶ σαρκὸς TNT2 WH NA NIV SBL