6
Ἀδελφοί, ἐὰν καὶ προληφθῇ ἄνθρωπος ἔν τινι παραπτώματι, ὑμεῖς οἱ πνευματικοὶ καταρτίζετε τὸν τοιοῦτον ἐν πνεύματι πρᾳότητος, σκοπῶν σεαυτὸν μὴ καὶ σὺ πειρασθῇς. Ἀλλήλων τὰ βάρη βαστάζετε, καὶ οὕτως * ⸂ ἀναπληρώσατε RP f35 TR WH ¦ ἀναπληρώσετε TNT2 NA NIV SBL Carl ⸂ἀναπληρώσατε⸃ τὸν νόμον τοῦ χριστοῦ. Εἰ γὰρ δοκεῖ τις εἶναί τι, μηδὲν ὤν, * ⸉ ἑαυτὸν φρεναπατᾷ RP f35 TR ¦ φρεναπατᾷ ἑαυτὸν TNT2 WH NA NIV SBL Ead Carl ⸉ἑαυτὸν φρεναπατᾷ·⸊ τὸ δὲ ἔργον ἑαυτοῦ δοκιμαζέτω ἕκαστος, καὶ τότε εἰς ἑαυτὸν μόνον τὸ καύχημα ἕξει, καὶ οὐκ εἰς τὸν ἕτερον. Ἕκαστος γὰρ τὸ ἴδιον φορτίον βαστάσει. Κοινωνείτω δὲ ὁ κατηχούμενος τὸν λόγον τῷ κατηχοῦντι ἐν πᾶσιν ἀγαθοῖς.
Μὴ πλανᾶσθε, θεὸς οὐ μυκτηρίζεται· ὃ γὰρ * ⸂ ἐὰν RP f35 TR WH NA NIV SBL Carl ¦ ἂν TNT2 Ead ⸂ἐὰν⸃ σπείρῃ ἄνθρωπος, τοῦτο καὶ θερίσει. Ὅτι ὁ σπείρων εἰς τὴν σάρκα ἑαυτοῦ, ἐκ τῆς σαρκὸς θερίσει φθοράν· ὁ δὲ σπείρων εἰς τὸ πνεῦμα, ἐκ τοῦ πνεύματος θερίσει ζωὴν αἰώνιον. Τὸ δὲ καλὸν ποιοῦντες μὴ ἐκκακῶμεν· καιρῷ γὰρ ἰδίῳ θερίσομεν, μὴ ἐκλυόμενοι. 10 Ἄρα οὖν ὡς καιρὸν * ⸂ ἔχομεν RP f35 TR TNT2 NA NIV SBL Ead Carl ¦ ἔχωμεν WH ⸂ἔχομεν,⸃ ἐργαζώμεθα τὸ ἀγαθὸν πρὸς πάντας, μάλιστα δὲ πρὸς τοὺς οἰκείους τῆς πίστεως.
11 Ἴδετε πηλίκοις ὑμῖν γράμμασιν ἔγραψα τῇ ἐμῇ χειρί. 12 Ὅσοι θέλουσιν εὐπροσωπῆσαι ἐν σαρκί, οὗτοι ἀναγκάζουσιν ὑμᾶς περιτέμνεσθαι, μόνον ἵνα * ⸂ μὴ τῷ σταυρῷ τοῦ χριστοῦ διώκωνται RP f35 TR ¦ τῷ σταυρῷ τοῦ χριστοῦ μὴ διώκωνται TNT2 NA27+28 NIV SBL Ead Carl ¦ τῷ σταυρῷ τοῦ χριστοῦ Ἰησοῦ μὴ διώκωνται WH NA25 ⸂μὴ τῷ σταυρῷ τοῦ χριστοῦ διώκωνται.⸃ 13 Οὐδὲ γὰρ οἱ * ⸂ περιτετμημένοι RP f35 ¦ περιτεμνόμενοι TR TNT2 WH NA NIV SBL Ead Carl ⸂περιτετμημένοι⸃ αὐτοὶ νόμον φυλάσσουσιν, ἀλλὰ θέλουσιν ὑμᾶς περιτέμνεσθαι, ἵνα ἐν τῇ ὑμετέρᾳ σαρκὶ καυχήσωνται. 14 Ἐμοὶ δὲ μὴ γένοιτο καυχᾶσθαι εἰ μὴ ἐν τῷ σταυρῷ τοῦ κυρίου ἡμῶν Ἰησοῦ χριστοῦ· δι᾽ οὗ * ⸂ ἐμοὶ κόσμος ἐσταύρωται, κἀγὼ τῷ κόσμῳ RP f35 TR ¦ ἐμοὶ κόσμος ἐσταύρωται, κἀγὼ κόσμῳ TNT2 WH NA NIV SBL Ead Carl ⸂ἐμοὶ κόσμος ἐσταύρωται, κἀγὼ τῷ κόσμῳ.⸃ 15  * ⸂ Ἐν γὰρ χριστῷ Ἰησοῦ οὔτε RP f35 TR ¦ Οὔτε γὰρ TNT2 WH NA NIV SBL Ead Carl ⸂Ἐν γὰρ χριστῷ Ἰησοῦ οὔτε⸃ περιτομή τι *2 ἰσχύει RP f35 TR ¦ ἐστιν TNT2 WH NA NIV SBL Ead Carl 2ἰσχύει,⸃ οὔτε ἀκροβυστία, ἀλλὰ καινὴ κτίσις. 16 Καὶ ὅσοι τῷ κανόνι τούτῳ στοιχήσουσιν, εἰρήνη ἐπ᾽ αὐτούς, καὶ ἔλεος, καὶ ἐπὶ τὸν Ἰσραὴλ τοῦ θεοῦ.
17 Τοῦ λοιποῦ, κόπους μοι μηδεὶς παρεχέτω· ἐγὼ γὰρ τὰ στίγματα * ⸂ τοῦ κυρίου Ἰησοῦ RP f35 TR ¦ τοῦ Ἰησοῦ TNT2 WH NA NIV SBL Ead Carl ⸂τοῦ κυρίου Ἰησοῦ⸃ ἐν τῷ σώματί μου βαστάζω.
18 Ἡ χάρις τοῦ κυρίου ἡμῶν Ἰησοῦ χριστοῦ μετὰ τοῦ πνεύματος ὑμῶν, ἀδελφοί. Ἀμήν.

*6:2 ⸂ ἀναπληρώσατε RP f 35 TR WH ¦ ἀναπληρώσετε TNT2 NA NIV SBL Carl

*6:3 ⸉ ἑαυτὸν φρεναπατᾷ RP f 35 TR ¦ φρεναπατᾷ ἑαυτὸν TNT2 WH NA NIV SBL Ead Carl

*6:7 ⸂ ἐὰν RP f 35 TR WH NA NIV SBL Carl ¦ ἂν TNT2 Ead

*6:10 ⸂ ἔχομεν RP f 35 TR TNT2 NA NIV SBL Ead Carl ¦ ἔχωμεν WH

*6:12 ⸂ μὴ τῷ σταυρῷ τοῦ χριστοῦ διώκωνται RP f 35 TR ¦ τῷ σταυρῷ τοῦ χριστοῦ μὴ διώκωνται TNT2 NA27+28 NIV SBL Ead Carl ¦ τῷ σταυρῷ τοῦ χριστοῦ Ἰησοῦ μὴ διώκωνται WH NA25

*6:13 ⸂ περιτετμημένοι RP f 35 ¦ περιτεμνόμενοι TR TNT2 WH NA NIV SBL Ead Carl

*6:14 ⸂ ἐμοὶ κόσμος ἐσταύρωται, κἀγὼ τῷ κόσμῳ RP f 35 TR ¦ ἐμοὶ κόσμος ἐσταύρωται, κἀγὼ κόσμῳ TNT2 WH NA NIV SBL Ead Carl

*6:15 ⸂ Ἐν γὰρ χριστῷ Ἰησοῦ οὔτε RP f 35 TR ¦ Οὔτε γὰρ TNT2 WH NA NIV SBL Ead Carl

*6:15 ⸂2 ἰσχύει RP f 35 TR ¦ ἐστιν TNT2 WH NA NIV SBL Ead Carl

*6:17 ⸂ τοῦ κυρίου Ἰησοῦ RP f 35 TR ¦ τοῦ Ἰησοῦ TNT2 WH NA NIV SBL Ead Carl