22
Ἤγγιζεν δὲ ἡ ἑορτὴ τῶν ἀζύμων ἡ λεγομένη Πάσχα. καὶ ἐζήτουν οἱ ἀρχιερεῖς καὶ οἱ γραμματεῖς τὸ πῶς ἀνέλωσιν αὐτόν, ἐφοβοῦντο γὰρ τὸν λαόν.
Εἰσῆλθεν δὲ Σατανᾶς εἰς Ἰούδαν τὸν ⸀καλούμενον* καλούμενον WH Treg NA28 ] ἐπικαλούμενον RPἸσκαριώτην, ὄντα ἐκ τοῦ ἀριθμοῦ τῶν δώδεκα· καὶ ἀπελθὼν συνελάλησεν τοῖς ἀρχιερεῦσιν καὶ στρατηγοῖς τὸ πῶς ⸂αὐτοῖς παραδῷ αὐτόν αὐτοῖς παραδῷ αὐτόν WH Treg NA28 ] αὐτὸν παραδῷ αὐτοῖς RP. καὶ ἐχάρησαν καὶ συνέθεντο αὐτῷ ἀργύριον δοῦναι. καὶ ἐξωμολόγησεν, καὶ ἐζήτει εὐκαιρίαν τοῦ παραδοῦναι αὐτὸν ⸂ἄτερ ὄχλου αὐτοῖς ἄτερ ὄχλου αὐτοῖς WH Treg NA28 ] αὐτοῖς ἄτερ ὄχλου RP.
Ἦλθεν δὲ ἡ ἡμέρα τῶν ἀζύμων, ⸀ᾗ§ ᾗ WH Treg NIV ] ἐν ᾗ RP NA28ἔδει θύεσθαι τὸ πάσχα· καὶ ἀπέστειλεν Πέτρον καὶ Ἰωάννην εἰπών· Πορευθέντες ἑτοιμάσατε ἡμῖν τὸ πάσχα ἵνα φάγωμεν. οἱ δὲ εἶπαν αὐτῷ· Ποῦ θέλεις ⸀ἑτοιμάσωμεν* ἑτοιμάσωμεν WH Treg NA28 ] ἑτοιμάσομεν RP 10 ὁ δὲ εἶπεν αὐτοῖς· Ἰδοὺ εἰσελθόντων ὑμῶν εἰς τὴν πόλιν συναντήσει ὑμῖν ἄνθρωπος κεράμιον ὕδατος βαστάζων· ἀκολουθήσατε αὐτῷ εἰς τὴν οἰκίαν ⸂εἰς ἣν εἰς ἣν WH Treg NA28 ] οὗ RP εἰσπορεύεται. 11 καὶ ἐρεῖτε τῷ οἰκοδεσπότῃ τῆς οἰκίας· Λέγει σοι ὁ διδάσκαλος· Ποῦ ἐστιν τὸ κατάλυμα ὅπου τὸ πάσχα μετὰ τῶν μαθητῶν μου φάγω; 12 κἀκεῖνος ὑμῖν δείξει ἀνάγαιον μέγα ἐστρωμένον· ἐκεῖ ἑτοιμάσατε. 13 ἀπελθόντες δὲ εὗρον καθὼς ⸀εἰρήκει εἰρήκει WH Treg NA28 ] εἴρηκεν RPαὐτοῖς, καὶ ἡτοίμασαν τὸ πάσχα.
14 Καὶ ὅτε ἐγένετο ἡ ὥρα, ἀνέπεσεν καὶ ⸀οἱ§ οἱ WH Treg NA28 ] + δώδεκα RPἀπόστολοι σὺν αὐτῷ. 15 καὶ εἶπεν πρὸς αὐτούς· Ἐπιθυμίᾳ ἐπεθύμησα τοῦτο τὸ πάσχα φαγεῖν μεθʼ ὑμῶν πρὸ τοῦ με παθεῖν· 16 λέγω γὰρ ὑμῖν ⸀ὅτι* ὅτι WH NA28 ] + οὐκέτι Treg RP οὐ μὴ φάγω ⸀αὐτὸ αὐτὸ WH Treg NA28 ] ἐξ αὐτοῦ RPἕως ὅτου πληρωθῇ ἐν τῇ βασιλείᾳ τοῦ θεοῦ. 17 καὶ δεξάμενος ποτήριον εὐχαριστήσας εἶπεν· Λάβετε τοῦτο καὶ διαμερίσατε ⸂εἰς ἑαυτούς εἰς ἑαυτούς WH Treg NA28 ] ἑαυτοῖς RP· 18 λέγω γὰρ ὑμῖν, ⸀οὐ§ οὐ WH Treg NIV ] ὅτι οὐ RP NA28 μὴ πίω ἀπὸ τοῦ ⸂νῦν ἀπὸ τοῦ* νῦν ἀπὸ τοῦ WH Treg NA28 ] – RP γενήματος τῆς ἀμπέλου ἕως ⸀οὗ οὗ WH Treg NA28 ] ὅτου RPἡ βασιλεία τοῦ θεοῦ ἔλθῃ. 19 καὶ λαβὼν ἄρτον εὐχαριστήσας ἔκλασεν καὶ ἔδωκεν αὐτοῖς λέγων· Τοῦτό ἐστιν τὸ σῶμά μου ⸂[τὸ ὑπὲρ ὑμῶν διδόμενον· τοῦτο ποιεῖτε εἰς τὴν ἐμὴν ἀνάμνησιν. 19–20 τὸ ὑπὲρ ὑμῶν … ἐκχυννόμενον Treg NA28 RP ] ⟦WH⟧ § καὶ τὸ ποτήριον ὡσαύτως Treg NA28 ⟦WH⟧ ] ὡσαύτως καὶ τὸ ποτήριον RP 20 ⸄καὶ τὸ ποτήριον ὡσαύτως⸅ μετὰ τὸ δειπνῆσαι, λέγων· Τοῦτο τὸ ποτήριον ἡ καινὴ διαθήκη ἐν τῷ αἵματί μου, τὸ ὑπὲρ ὑμῶν ἐκχυννόμενον]⸃. 21 πλὴν ἰδοὺ ἡ χεὶρ τοῦ παραδιδόντος με μετʼ ἐμοῦ ἐπὶ τῆς τραπέζης· 22 ⸂ὅτι ὁ υἱὸς μὲν* ὅτι ὁ υἱὸς μὲν WH Treg NA28 ] καὶ ὁ μὲν υἱὸς RP τοῦ ἀνθρώπου ⸂κατὰ τὸ ὡρισμένον πορεύεται κατὰ τὸ ὡρισμένον πορεύεται WH Treg NA28 ] πορεύεται κατὰ τὸ ὡρισμένον RP, πλὴν οὐαὶ τῷ ἀνθρώπῳ ἐκείνῳ διʼ οὗ παραδίδοται. 23 καὶ αὐτοὶ ἤρξαντο συζητεῖν πρὸς ἑαυτοὺς τὸ τίς ἄρα εἴη ἐξ αὐτῶν ὁ τοῦτο μέλλων πράσσειν.
24 Ἐγένετο δὲ καὶ φιλονεικία ἐν αὐτοῖς, τὸ τίς αὐτῶν δοκεῖ εἶναι μείζων. 25 ὁ δὲ εἶπεν αὐτοῖς· Οἱ βασιλεῖς τῶν ἐθνῶν κυριεύουσιν αὐτῶν καὶ οἱ ἐξουσιάζοντες αὐτῶν εὐεργέται καλοῦνται. 26 ὑμεῖς δὲ οὐχ οὕτως, ἀλλʼ ὁ μείζων ἐν ὑμῖν ⸀γινέσθω γινέσθω WH Treg NA28 ] γενέσθω RPὡς ὁ νεώτερος, καὶ ὁ ἡγούμενος ὡς ὁ διακονῶν· 27 τίς γὰρ μείζων, ὁ ἀνακείμενος ἢ ὁ διακονῶν; οὐχὶ ὁ ἀνακείμενος; ἐγὼ δὲ ⸂ἐν μέσῳ ὑμῶν εἰμι§ ἐν μέσῳ ὑμῶν εἰμι WH Treg NA28 ] εἰμι ἐν μέσῳ ὑμῶν RP ὡς ὁ διακονῶν.
28 Ὑμεῖς δέ ἐστε οἱ διαμεμενηκότες μετʼ ἐμοῦ ἐν τοῖς πειρασμοῖς μου· 29 κἀγὼ διατίθεμαι ὑμῖν, καθὼς διέθετό μοι ὁ πατήρ μου βασιλείαν, 30 ἵνα ⸀ἔσθητε* ἔσθητε WH Treg NA28 ] ἐσθίητε RP καὶ πίνητε ἐπὶ τῆς τραπέζης μου ⸂ἐν τῇ βασιλείᾳ μου ἐν τῇ βασιλείᾳ μου WH Treg NA28 ] – RP , καὶ ⸀καθήσεσθε καθήσεσθε NA28 Treg ] καθῆσθε WH; καθίσεσθε RP ἐπὶ θρόνων ⸂τὰς δώδεκα φυλὰς κρίνοντες§ τὰς … φυλὰς κρίνοντες WH NA28 ] κρίνοντες τὰς … φυλὰς Treg RP τοῦ Ἰσραήλ.
31 ⸀Σίμων* Σίμων WH NA28 ] Εἶπεν δὲ ὁ κύριος Σίμων Treg RPΣίμων, ἰδοὺ ὁ Σατανᾶς ἐξῃτήσατο ὑμᾶς τοῦ σινιάσαι ὡς τὸν σῖτον· 32 ἐγὼ δὲ ἐδεήθην περὶ σοῦ ἵνα μὴ ἐκλίπῃ ἡ πίστις σου· καὶ σύ ποτε ἐπιστρέψας ⸀στήρισον στήρισον WH Treg NA28 ] στήριξον RP τοὺς ἀδελφούς σου. 33 ὁ δὲ εἶπεν αὐτῷ· Κύριε, μετὰ σοῦ ἕτοιμός εἰμι καὶ εἰς φυλακὴν καὶ εἰς θάνατον πορεύεσθαι. 34 ὁ δὲ εἶπεν· Λέγω σοι, Πέτρε, οὐ ⸀φωνήσει φωνήσει WH Treg NA28 ] μή φωνήσῃ RP σήμερον ἀλέκτωρ ⸀ἕως§ ἕως WH Treg NA28 ] πρὶν ἢ RP τρίς ⸂με ἀπαρνήσῃ εἰδέναι* με ἀπαρνήσῃ εἰδέναι WH Treg NA28 ] ἀπαρνήσῃ μή εἰδέναι με RP.
35 Καὶ εἶπεν αὐτοῖς· Ὅτε ἀπέστειλα ὑμᾶς ἄτερ βαλλαντίου καὶ πήρας καὶ ὑποδημάτων, μή τινος ὑστερήσατε; οἱ δὲ εἶπαν· Οὐθενός. 36 εἶπεν ⸀δὲ δὲ WH Treg NA28 ] οὖν RP αὐτοῖς· Ἀλλὰ νῦν ὁ ἔχων βαλλάντιον ἀράτω, ὁμοίως καὶ πήραν, καὶ ὁ μὴ ἔχων ⸀πωλησάτω πωλησάτω WH Treg NA28 ] πωλήσει RP τὸ ἱμάτιον αὐτοῦ καὶ ⸀ἀγορασάτω§ ἀγορασάτω WH Treg NA28 ] ἀγοράσει RPμάχαιραν. 37 λέγω γὰρ ὑμῖν ⸀ὅτι* ὅτι WH Treg NA28 ] + ἔτι RP τοῦτο τὸ τὸ WH Treg NA28 ] τὰ RPγεγραμμένον δεῖ τελεσθῆναι ἐν ἐμοί, τό· Καὶ μετὰ ἀνόμων ἐλογίσθη· καὶ γὰρ ⸀τὸ περὶ ἐμοῦ τέλος ἔχει. 38 οἱ δὲ εἶπαν· Κύριε, ἰδοὺ μάχαιραι ὧδε δύο. ὁ δὲ εἶπεν αὐτοῖς· Ἱκανόν ἐστιν.
39 Καὶ ἐξελθὼν ἐπορεύθη κατὰ τὸ ἔθος εἰς τὸ Ὄρος τῶν Ἐλαιῶν· ἠκολούθησαν δὲ αὐτῷ καὶ οἱ ⸀μαθηταί μαθηταί WH Treg NA28 ] + αὐτοῦ RP 40 γενόμενος δὲ ἐπὶ τοῦ τόπου εἶπεν αὐτοῖς· Προσεύχεσθε μὴ εἰσελθεῖν εἰς πειρασμόν. 41 καὶ αὐτὸς ἀπεσπάσθη ἀπʼ αὐτῶν ὡσεὶ λίθου βολήν, καὶ θεὶς τὰ γόνατα προσηύχετο 42 λέγων· Πάτερ, εἰ βούλει ⸀παρένεγκε§ παρένεγκε WH Treg NA28 ] παρενεγκεῖν RP ⸂τοῦτο τὸ ποτήριον* τοῦτο τὸ ποτήριον WH Treg NA28 ] τὸ ποτήριον τοῦτο RP ἀπʼ ἐμοῦ· πλὴν μὴ τὸ θέλημά μου ἀλλὰ τὸ σὸν ⸀γινέσθω γινέσθω WH Treg NA28 ] γενέσθω RP 43 ⸂ὤφθη δὲ αὐτῷ ἄγγελος ⸀ἀπʼ οὐρανοῦ ἐνισχύων αὐτόν. 43–44 ὤφθη δὲ … ἐπὶ τὴν γῆν. Treg NA28 RP ] ⟦WH⟧ § ἀπʼ NA28 RP ] ἀπὸ τοῦ ⟦WH⟧ Treg * καὶ ἐγένετο ⟦WH⟧ NA28 ] ἐγένετο δὲ Treg RP 44 καὶ γενόμενος ἐν ἀγωνίᾳ ἐκτενέστερον προσηύχετο· ⸄καὶ ἐγένετο⸅ ὁ ἱδρὼς αὐτοῦ ὡσεὶ θρόμβοι αἵματος καταβαίνοντες ἐπὶ τὴν γῆν.⸃ 45 καὶ ἀναστὰς ἀπὸ τῆς προσευχῆς ἐλθὼν πρὸς τοὺς μαθητὰς εὗρεν ⸂κοιμωμένους αὐτοὺς κοιμωμένους αὐτοὺς WH Treg NA28 ] αὐτοὺς κοιμωμένους RP ἀπὸ τῆς λύπης, 46 καὶ εἶπεν αὐτοῖς· Τί καθεύδετε; ἀναστάντες προσεύχεσθε, ἵνα μὴ εἰσέλθητε εἰς πειρασμόν.
47 ⸀Ἔτι Ἔτι WH Treg NA28 ] + δέ RPαὐτοῦ λαλοῦντος ἰδοὺ ὄχλος, καὶ ὁ λεγόμενος Ἰούδας εἷς τῶν δώδεκα προήρχετο αὐτούς, καὶ ἤγγισεν τῷ Ἰησοῦ φιλῆσαι αὐτόν. 48 ⸂Ἰησοῦς δὲ§ Ἰησοῦς δὲ WH Treg NA28 ] Ὁ δὲ Ἰησοῦς RP εἶπεν αὐτῷ· Ἰούδα, φιλήματι τὸν υἱὸν τοῦ ἀνθρώπου παραδίδως; 49 ἰδόντες δὲ οἱ περὶ αὐτὸν τὸ ἐσόμενον ⸀εἶπαν* εἶπαν WH Treg NA28 ] + αὐτῷ RP Κύριε, εἰ πατάξομεν ἐν μαχαίρῃ; 50 καὶ ἐπάταξεν εἷς τις ἐξ αὐτῶν ⸂τοῦ ἀρχιερέως τὸν δοῦλον τοῦ ἀρχιερέως τὸν δοῦλον WH Treg NA28 ] τὸν δοῦλον τοῦ ἀρχιερέως RP καὶ ἀφεῖλεν ⸂τὸ οὖς αὐτοῦ τὸ οὖς αὐτοῦ WH Treg NA28 ] αὐτοῦ τὸ οὖς RP τὸ δεξιόν. 51 ἀποκριθεὶς δὲ ὁ Ἰησοῦς εἶπεν· Ἐᾶτε ἕως τούτου· καὶ ἁψάμενος τοῦ ⸀ὠτίου§ ὠτίου WH Treg NA28 ] + αὐτοῦ RPἰάσατο αὐτόν. 52 εἶπεν ⸀δὲ* δὲ WH Treg NA28 ] + ὁ RP Ἰησοῦς πρὸς τοὺς παραγενομένους ἐπʼ αὐτὸν ἀρχιερεῖς καὶ στρατηγοὺς τοῦ ἱεροῦ καὶ πρεσβυτέρους· Ὡς ἐπὶ λῃστὴν ⸀ἐξήλθατε ἐξήλθατε WH Treg NA28 ] ἐξεληλύθατε RPμετὰ μαχαιρῶν καὶ ξύλων; 53 καθʼ ἡμέραν ὄντος μου μεθʼ ὑμῶν ἐν τῷ ἱερῷ οὐκ ἐξετείνατε τὰς χεῖρας ἐπʼ ἐμέ· ἀλλʼ αὕτη ⸂ἐστὶν ὑμῶν ἐστὶν ὑμῶν WH Treg NA28 ] ὑμῶν ἐστὶν RP ἡ ὥρα καὶ ἡ ἐξουσία τοῦ σκότους.
54 Συλλαβόντες δὲ αὐτὸν ἤγαγον καὶ ⸀εἰσήγαγον§ εἰσήγαγον WH Treg NA28 ] + αὐτὸν RP εἰς ⸂τὴν οἰκίαν* τὴν οἰκίαν WH Treg NA28 ] τὸν οἶκον RP τοῦ ἀρχιερέως· ὁ δὲ Πέτρος ἠκολούθει μακρόθεν. 55 ⸀περιαψάντων περιαψάντων WH Treg NA28 ] Ἁψάντων RP δὲ πῦρ ἐν μέσῳ τῆς αὐλῆς καὶ ⸀συγκαθισάντων συγκαθισάντων WH Treg NA28 ] + αὐτῶν RP ἐκάθητο ὁ Πέτρος ⸀μέσος§ μέσος WH Treg NA28 ] ἐν μέσῳ RPαὐτῶν. 56 ἰδοῦσα δὲ αὐτὸν παιδίσκη τις καθήμενον πρὸς τὸ φῶς καὶ ἀτενίσασα αὐτῷ εἶπεν· Καὶ οὗτος σὺν αὐτῷ ἦν· 57 ὁ δὲ ⸀ἠρνήσατο* ἠρνήσατο WH Treg NA28 ] + αὐτόν RP λέγων· ⸂Οὐκ οἶδα αὐτόν, γύναι⸃. Οὐκ οἶδα αὐτόν γύναι WH Treg NA28 ] Γύναι οὐκ οἶδα αὐτόν RP 58 καὶ μετὰ βραχὺ ἕτερος ἰδὼν αὐτὸν ἔφη ἔφη WH Treg NA28 ] εἴπεν RP Καὶ σὺ ἐξ αὐτῶν εἶ· ὁ δὲ Πέτρος ⸀ἔφη· Ἄνθρωπε, οὐκ εἰμί. 59 καὶ διαστάσης ὡσεὶ ὥρας μιᾶς ἄλλος τις διϊσχυρίζετο λέγων· Ἐπʼ ἀληθείας καὶ οὗτος μετʼ αὐτοῦ ἦν, καὶ γὰρ Γαλιλαῖός ἐστιν· 60 εἶπεν δὲ ὁ Πέτρος· Ἄνθρωπε, οὐκ οἶδα ὃ λέγεις. καὶ παραχρῆμα ἔτι λαλοῦντος αὐτοῦ ἐφώνησεν ἀλέκτωρ. 61 καὶ στραφεὶς ὁ κύριος ἐνέβλεψεν τῷ Πέτρῳ, καὶ ὑπεμνήσθη ὁ Πέτρος τοῦ ⸀λόγου§ λόγου Treg RP ] ῥήματος WH NA28 τοῦ κυρίου ὡς εἶπεν αὐτῷ ὅτι Πρὶν ἀλέκτορα φωνῆσαι ⸀σήμερον* σήμερον WH Treg NA28 ] – RPἀπαρνήσῃ με τρίς. 62 καὶ ἐξελθὼν ⸀ἔξω ἔξω WH Treg NA28 ] + ὁ Πέτρος RPἔκλαυσεν πικρῶς.
63 Καὶ οἱ ἄνδρες οἱ συνέχοντες ⸀αὐτὸν αὐτὸν WH Treg NA28 ] τὸν Ἰησοῦν RPἐνέπαιζον αὐτῷ δέροντες, 64 καὶ περικαλύψαντες ⸂αὐτὸν ἐπηρώτων§ αὐτὸν ἐπηρώτων WH Treg NA28 ] αὐτόν ἔτυπτον αὐτοῦ τὸ πρόσωπον καὶ ἐπηρώτων αὐτόν RP λέγοντες· Προφήτευσον, τίς ἐστιν ὁ παίσας σε; 65 καὶ ἕτερα πολλὰ βλασφημοῦντες ἔλεγον εἰς αὐτόν.
66 Καὶ ὡς ἐγένετο ἡμέρα, συνήχθη τὸ πρεσβυτέριον τοῦ λαοῦ, ἀρχιερεῖς ⸀τε* τε WH Treg NA28 ] – RP καὶ γραμματεῖς, καὶ ⸀ἀπήγαγον ἀπήγαγον WH Treg NA28 ] ἀνήγαγον RPαὐτὸν εἰς τὸ συνέδριον αὐτῶν, 67 λέγοντες· Εἰ σὺ εἶ ὁ χριστός, εἰπὸν ἡμῖν. εἶπεν δὲ αὐτοῖς· Ἐὰν ὑμῖν εἴπω οὐ μὴ πιστεύσητε· 68 ἐὰν ⸀δὲ δὲ WH Treg NA28 ] + καὶ RP ἐρωτήσω, οὐ μὴ ⸀ἀποκριθῆτε§ ἀποκριθῆτε WH NA28 ] μοι ἢ ἀπολύσητε Treg RP 69 ἀπὸ τοῦ νῦν ⸀δὲ* δὲ WH Treg NA28 ] – RPἔσται ὁ υἱὸς τοῦ ἀνθρώπου καθήμενος ἐκ δεξιῶν τῆς δυνάμεως τοῦ θεοῦ. 70 εἶπαν δὲ πάντες· Σὺ οὖν εἶ ὁ υἱὸς τοῦ θεοῦ; ὁ δὲ πρὸς αὐτοὺς ἔφη· Ὑμεῖς λέγετε ὅτι ἐγώ εἰμι. 71 οἱ δὲ εἶπαν· Τί ἔτι ⸂ἔχομεν μαρτυρίας χρείαν ἔχομεν μαρτυρίας χρείαν WH Treg NA28 ] χρείαν ἔχομεν μαρτυρίας RP; αὐτοὶ γὰρ ἠκούσαμεν ἀπὸ τοῦ στόματος αὐτοῦ.

*22:3 καλούμενον WH Treg NA28 ] ἐπικαλούμενον RP

22:4 αὐτοῖς παραδῷ αὐτόν WH Treg NA28 ] αὐτὸν παραδῷ αὐτοῖς RP

22:6 ἄτερ ὄχλου αὐτοῖς WH Treg NA28 ] αὐτοῖς ἄτερ ὄχλου RP

§22:7 ᾗ WH Treg NIV ] ἐν ᾗ RP NA28

*22:9 ἑτοιμάσωμεν WH Treg NA28 ] ἑτοιμάσομεν RP

22:10 εἰς ἣν WH Treg NA28 ] οὗ RP

22:13 εἰρήκει WH Treg NA28 ] εἴρηκεν RP

§22:14 οἱ WH Treg NA28 ] + δώδεκα RP

*22:16 ὅτι WH NA28 ] + οὐκέτι Treg RP

22:16 αὐτὸ WH Treg NA28 ] ἐξ αὐτοῦ RP

22:17 εἰς ἑαυτούς WH Treg NA28 ] ἑαυτοῖς RP

§22:18 οὐ WH Treg NIV ] ὅτι οὐ RP NA28

*22:18 νῦν ἀπὸ τοῦ WH Treg NA28 ] – RP

22:18 οὗ WH Treg NA28 ] ὅτου RP

22:19 19–20 τὸ ὑπὲρ ὑμῶν … ἐκχυννόμενον Treg NA28 RP ] ⟦WH⟧

§22:19 καὶ τὸ ποτήριον ὡσαύτως Treg NA28 ⟦WH⟧ ] ὡσαύτως καὶ τὸ ποτήριον RP

*22:22 ὅτι ὁ υἱὸς μὲν WH Treg NA28 ] καὶ ὁ μὲν υἱὸς RP

22:22 κατὰ τὸ ὡρισμένον πορεύεται WH Treg NA28 ] πορεύεται κατὰ τὸ ὡρισμένον RP

22:26 γινέσθω WH Treg NA28 ] γενέσθω RP

§22:27 ἐν μέσῳ ὑμῶν εἰμι WH Treg NA28 ] εἰμι ἐν μέσῳ ὑμῶν RP

*22:30 ἔσθητε WH Treg NA28 ] ἐσθίητε RP

22:30 ἐν τῇ βασιλείᾳ μου WH Treg NA28 ] – RP

22:30 καθήσεσθε NA28 Treg ] καθῆσθε WH; καθίσεσθε RP

§22:30 τὰς … φυλὰς κρίνοντες WH NA28 ] κρίνοντες τὰς … φυλὰς Treg RP

*22:31 Σίμων WH NA28 ] Εἶπεν δὲ ὁ κύριος Σίμων Treg RP

22:32 στήρισον WH Treg NA28 ] στήριξον RP

22:34 φωνήσει WH Treg NA28 ] μή φωνήσῃ RP

§22:34 ἕως WH Treg NA28 ] πρὶν ἢ RP

*22:34 με ἀπαρνήσῃ εἰδέναι WH Treg NA28 ] ἀπαρνήσῃ μή εἰδέναι με RP

22:36 δὲ WH Treg NA28 ] οὖν RP

22:36 πωλησάτω WH Treg NA28 ] πωλήσει RP

§22:36 ἀγορασάτω WH Treg NA28 ] ἀγοράσει RP

*22:37 ὅτι WH Treg NA28 ] + ἔτι RP

22:37 τὸ WH Treg NA28 ] τὰ RP

22:39 μαθηταί WH Treg NA28 ] + αὐτοῦ RP

§22:42 παρένεγκε WH Treg NA28 ] παρενεγκεῖν RP

*22:42 τοῦτο τὸ ποτήριον WH Treg NA28 ] τὸ ποτήριον τοῦτο RP

22:42 γινέσθω WH Treg NA28 ] γενέσθω RP

22:43 43–44 ὤφθη δὲ … ἐπὶ τὴν γῆν. Treg NA28 RP ] ⟦WH⟧

§22:43 ἀπʼ NA28 RP ] ἀπὸ τοῦ ⟦WH⟧ Treg

*22:43 καὶ ἐγένετο ⟦WH⟧ NA28 ] ἐγένετο δὲ Treg RP

22:45 κοιμωμένους αὐτοὺς WH Treg NA28 ] αὐτοὺς κοιμωμένους RP

22:47 Ἔτι WH Treg NA28 ] + δέ RP

§22:48 Ἰησοῦς δὲ WH Treg NA28 ] Ὁ δὲ Ἰησοῦς RP

*22:49 εἶπαν WH Treg NA28 ] + αὐτῷ RP

22:50 τοῦ ἀρχιερέως τὸν δοῦλον WH Treg NA28 ] τὸν δοῦλον τοῦ ἀρχιερέως RP

22:50 τὸ οὖς αὐτοῦ WH Treg NA28 ] αὐτοῦ τὸ οὖς RP

§22:51 ὠτίου WH Treg NA28 ] + αὐτοῦ RP

*22:52 δὲ WH Treg NA28 ] + ὁ RP

22:52 ἐξήλθατε WH Treg NA28 ] ἐξεληλύθατε RP

22:53 ἐστὶν ὑμῶν WH Treg NA28 ] ὑμῶν ἐστὶν RP

§22:54 εἰσήγαγον WH Treg NA28 ] + αὐτὸν RP

*22:54 τὴν οἰκίαν WH Treg NA28 ] τὸν οἶκον RP

22:55 περιαψάντων WH Treg NA28 ] Ἁψάντων RP

22:55 συγκαθισάντων WH Treg NA28 ] + αὐτῶν RP

§22:55 μέσος WH Treg NA28 ] ἐν μέσῳ RP

*22:57 ἠρνήσατο WH Treg NA28 ] + αὐτόν RP

22:57 Οὐκ οἶδα αὐτόν γύναι WH Treg NA28 ] Γύναι οὐκ οἶδα αὐτόν RP

22:58 ἔφη WH Treg NA28 ] εἴπεν RP

§22:61 λόγου Treg RP ] ῥήματος WH NA28

*22:61 σήμερον WH Treg NA28 ] – RP

22:62 ἔξω WH Treg NA28 ] + ὁ Πέτρος RP

22:63 αὐτὸν WH Treg NA28 ] τὸν Ἰησοῦν RP

§22:64 αὐτὸν ἐπηρώτων WH Treg NA28 ] αὐτόν ἔτυπτον αὐτοῦ τὸ πρόσωπον καὶ ἐπηρώτων αὐτόν RP

*22:66 τε WH Treg NA28 ] – RP

22:66 ἀπήγαγον WH Treg NA28 ] ἀνήγαγον RP

22:68 δὲ WH Treg NA28 ] + καὶ RP

§22:68 ἀποκριθῆτε WH NA28 ] μοι ἢ ἀπολύσητε Treg RP

*22:69 δὲ WH Treg NA28 ] – RP

22:71 ἔχομεν μαρτυρίας χρείαν WH Treg NA28 ] χρείαν ἔχομεν μαρτυρίας RP