15
Ἐγώ εἰμι ἡ ἄμπελος ἡ ἀληθινή, καὶ ὁ πατήρ μου ὁ γεωργός ἐστιν· πᾶν κλῆμα ἐν ἐμοὶ μὴ φέρον καρπὸν αἴρει αὐτό, καὶ πᾶν τὸ καρπὸν φέρον καθαίρει αὐτὸ ἵνα ⸂καρπὸν πλείονα* καρπὸν πλείονα WH Treg NA28 ] πλείονα καρπὸν RP φέρῃ. ἤδη ὑμεῖς καθαροί ἐστε διὰ τὸν λόγον ὃν λελάληκα ὑμῖν· μείνατε ἐν ἐμοί, κἀγὼ ἐν ὑμῖν. καθὼς τὸ κλῆμα οὐ δύναται καρπὸν φέρειν ἀφʼ ἑαυτοῦ ἐὰν μὴ ⸀μένῃ μένῃ WH NA28 ] μείνῃ Treg RP ἐν τῇ ἀμπέλῳ, οὕτως οὐδὲ ὑμεῖς ἐὰν μὴ ἐν ἐμοὶ ⸀μένητε μένητε WH Treg NA28 ] μείνητε RP ἐγώ εἰμι ἡ ἄμπελος, ὑμεῖς τὰ κλήματα. ὁ μένων ἐν ἐμοὶ κἀγὼ ἐν αὐτῷ οὗτος φέρει καρπὸν πολύν, ὅτι χωρὶς ἐμοῦ οὐ δύνασθε ποιεῖν οὐδέν. ἐὰν μή τις ⸀μένῃ§ μένῃ WH Treg NA28 ] μείνῃ RPἐν ἐμοί, ἐβλήθη ἔξω ὡς τὸ κλῆμα καὶ ἐξηράνθη, καὶ συνάγουσιν αὐτὰ καὶ εἰς τὸ πῦρ βάλλουσιν καὶ καίεται. ἐὰν μείνητε ἐν ἐμοὶ καὶ τὰ ῥήματά μου ἐν ὑμῖν μείνῃ, ὃ ἐὰν θέλητε ⸀αἰτήσασθε* αἰτήσασθε WH Treg NA28 ] αἰτήσεσθε RPκαὶ γενήσεται ὑμῖν· ἐν τούτῳ ἐδοξάσθη ὁ πατήρ μου ἵνα καρπὸν πολὺν φέρητε καὶ ⸀γένησθε γένησθε WH Treg NA28 ] γενήσεσθε RPἐμοὶ μαθηταί. καθὼς ἠγάπησέν με ὁ πατήρ, κἀγὼ ⸂ὑμᾶς ἠγάπησα ὑμᾶς ἠγάπησα WH Treg NA28 ] ἠγάπησα ὑμᾶς RP, μείνατε ἐν τῇ ἀγάπῃ τῇ ἐμῇ. 10 ἐὰν τὰς ἐντολάς μου τηρήσητε, μενεῖτε ἐν τῇ ἀγάπῃ μου, καθὼς ἐγὼ ⸂τὰς ἐντολὰς τοῦ πατρός μου§ τὰς ἐντολὰς τοῦ πατρός μου Treg NA28 RP ] τοῦ πατρὸς τὰς ἐντολὰς WH τετήρηκα καὶ μένω αὐτοῦ ἐν τῇ ἀγάπῃ. 11 ταῦτα λελάληκα ὑμῖν ἵνα ἡ χαρὰ ἡ ἐμὴ ἐν ὑμῖν ⸀ᾖ* ᾖ WH Treg NA28 ] μείνῃ RPκαὶ ἡ χαρὰ ὑμῶν πληρωθῇ.
12 Αὕτη ἐστὶν ἡ ἐντολὴ ἡ ἐμὴ ἵνα ἀγαπᾶτε ἀλλήλους καθὼς ἠγάπησα ὑμᾶς· 13 μείζονα ταύτης ἀγάπην οὐδεὶς ἔχει, ἵνα τις τὴν ψυχὴν αὐτοῦ θῇ ὑπὲρ τῶν φίλων αὐτοῦ. 14 ὑμεῖς φίλοι μού ἐστε ἐὰν ποιῆτε ⸀ἃ ἃ Treg NA28 ] ὃ WH; ὅσα RP ἐγὼ ἐντέλλομαι ὑμῖν. 15 οὐκέτι ⸂λέγω ὑμᾶς λέγω ὑμᾶς WH Treg NA28 ] ὑμᾶς λέγω RP δούλους, ὅτι ὁ δοῦλος οὐκ οἶδεν τί ποιεῖ αὐτοῦ ὁ κύριος· ὑμᾶς δὲ εἴρηκα φίλους, ὅτι πάντα ἃ ἤκουσα παρὰ τοῦ πατρός μου ἐγνώρισα ὑμῖν. 16 οὐχ ὑμεῖς με ἐξελέξασθε, ἀλλʼ ἐγὼ ἐξελεξάμην ὑμᾶς, καὶ ἔθηκα ὑμᾶς ἵνα ὑμεῖς ὑπάγητε καὶ καρπὸν φέρητε καὶ ὁ καρπὸς ὑμῶν μένῃ, ἵνα ὅ τι ἂν αἰτήσητε τὸν πατέρα ἐν τῷ ὀνόματί μου δῷ ὑμῖν. 17 ταῦτα ἐντέλλομαι ὑμῖν ἵνα ἀγαπᾶτε ἀλλήλους.
18 Εἰ ὁ κόσμος ὑμᾶς μισεῖ, γινώσκετε ὅτι ἐμὲ πρῶτον ⸀ὑμῶν§ ὑμῶν WH Treg RP NA28 ] – NIVμεμίσηκεν. 19 εἰ ἐκ τοῦ κόσμου ἦτε, ὁ κόσμος ἂν τὸ ἴδιον ἐφίλει· ὅτι δὲ ἐκ τοῦ κόσμου οὐκ ἐστέ, ἀλλʼ ἐγὼ ἐξελεξάμην ὑμᾶς ἐκ τοῦ κόσμου, διὰ τοῦτο μισεῖ ὑμᾶς ὁ κόσμος. 20 μνημονεύετε τοῦ λόγου οὗ ἐγὼ εἶπον ὑμῖν· Οὐκ ἔστιν δοῦλος μείζων τοῦ κυρίου αὐτοῦ· εἰ ἐμὲ ἐδίωξαν, καὶ ὑμᾶς διώξουσιν· εἰ τὸν λόγον μου ἐτήρησαν, καὶ τὸν ὑμέτερον τηρήσουσιν. 21 ἀλλὰ ταῦτα πάντα ποιήσουσιν ⸂εἰς ὑμᾶς* εἰς ὑμᾶς WH Treg NA28 ] ὑμῖν RP διὰ τὸ ὄνομά μου, ὅτι οὐκ οἴδασιν τὸν πέμψαντά με. 22 εἰ μὴ ἦλθον καὶ ἐλάλησα αὐτοῖς, ἁμαρτίαν οὐκ ⸀εἴχοσαν εἴχοσαν WH Treg NA28 ] εἶχον RP νῦν δὲ πρόφασιν οὐκ ἔχουσιν περὶ τῆς ἁμαρτίας αὐτῶν. 23 ὁ ἐμὲ μισῶν καὶ τὸν πατέρα μου μισεῖ. 24 εἰ τὰ ἔργα μὴ ἐποίησα ἐν αὐτοῖς ἃ οὐδεὶς ἄλλος ⸀ἐποίησεν ἐποίησεν WH Treg NA28 ] πεποίηκεν RP ἁμαρτίαν οὐκ ⸀εἴχοσαν§ εἴχοσαν WH Treg NA28 ] εἴχον RP νῦν δὲ καὶ ἑωράκασιν καὶ μεμισήκασιν καὶ ἐμὲ καὶ τὸν πατέρα μου. 25 ἀλλʼ ἵνα πληρωθῇ ὁ λόγος ὁ ⸂ἐν τῷ νόμῳ αὐτῶν γεγραμμένος* ἐν τῷ νόμῳ αὐτῶν γεγραμμένος WH Treg NA28 ] γεγραμμένος ἐν τῷ νόμῳ αὐτῶν RP ὅτι Ἐμίσησάν με δωρεάν.
26 ⸀Ὅταν Ὅταν WH NA28 ] + δὲ Treg RPἔλθῃ ὁ παράκλητος ὃν ἐγὼ πέμψω ὑμῖν παρὰ τοῦ πατρός, τὸ πνεῦμα τῆς ἀληθείας ὃ παρὰ τοῦ πατρὸς ἐκπορεύεται, ἐκεῖνος μαρτυρήσει περὶ ἐμοῦ· 27 καὶ ὑμεῖς δὲ μαρτυρεῖτε, ὅτι ἀπʼ ἀρχῆς μετʼ ἐμοῦ ἐστε.

*15:2 καρπὸν πλείονα WH Treg NA28 ] πλείονα καρπὸν RP

15:4 μένῃ WH NA28 ] μείνῃ Treg RP

15:4 μένητε WH Treg NA28 ] μείνητε RP

§15:6 μένῃ WH Treg NA28 ] μείνῃ RP

*15:7 αἰτήσασθε WH Treg NA28 ] αἰτήσεσθε RP

15:8 γένησθε WH Treg NA28 ] γενήσεσθε RP

15:9 ὑμᾶς ἠγάπησα WH Treg NA28 ] ἠγάπησα ὑμᾶς RP

§15:10 τὰς ἐντολὰς τοῦ πατρός μου Treg NA28 RP ] τοῦ πατρὸς τὰς ἐντολὰς WH

*15:11 ᾖ WH Treg NA28 ] μείνῃ RP

15:14 ἃ Treg NA28 ] ὃ WH; ὅσα RP

15:15 λέγω ὑμᾶς WH Treg NA28 ] ὑμᾶς λέγω RP

§15:18 ὑμῶν WH Treg RP NA28 ] – NIV

*15:21 εἰς ὑμᾶς WH Treg NA28 ] ὑμῖν RP

15:22 εἴχοσαν WH Treg NA28 ] εἶχον RP

15:24 ἐποίησεν WH Treg NA28 ] πεποίηκεν RP

§15:24 εἴχοσαν WH Treg NA28 ] εἴχον RP

*15:25 ἐν τῷ νόμῳ αὐτῶν γεγραμμένος WH Treg NA28 ] γεγραμμένος ἐν τῷ νόμῳ αὐτῶν RP

15:26 Ὅταν WH NA28 ] + δὲ Treg RP