13
Πρὸ δὲ τῆς ἑορτῆς τοῦ πάσχα εἰδὼς ὁ Ἰησοῦς ὅτι ⸀ἦλθεν* ἦλθεν WH Treg NA28 ] ἐλήλυθεν RPαὐτοῦ ἡ ὥρα ἵνα μεταβῇ ἐκ τοῦ κόσμου τούτου πρὸς τὸν πατέρα ἀγαπήσας τοὺς ἰδίους τοὺς ἐν τῷ κόσμῳ εἰς τέλος ἠγάπησεν αὐτούς. καὶ δείπνου ⸀γινομένου γινομένου WH Treg NA28 ] γενομένου RP τοῦ διαβόλου ἤδη βεβληκότος εἰς τὴν καρδίαν ⸂ἵνα παραδοῖ αὐτὸν Ἰούδας Σίμωνος ⸀Ἰσκαριώτου⸃, ἵνα παραδοῖ αὐτὸν Ἰούδας Σίμωνος Ἰσκ. WH Treg NA28 ] Ἰούδα Σίμωνος Ἰσκ. ἵνα αὐτὸν παραδῷ RP § Ἰσκαριώτου NA28 RP ] Ἰσκαριώτης WH Treg ⸀εἰδὼς* εἰδὼς WH Treg NA28 ] + ὁ Ἰησοῦς RP ὅτι πάντα ⸀ἔδωκεν ἔδωκεν WH Treg NA28 ] δέδωκεν RPαὐτῷ ὁ πατὴρ εἰς τὰς χεῖρας, καὶ ὅτι ἀπὸ θεοῦ ἐξῆλθεν καὶ πρὸς τὸν θεὸν ὑπάγει, ἐγείρεται ἐκ τοῦ δείπνου καὶ τίθησιν τὰ ἱμάτια καὶ λαβὼν λέντιον διέζωσεν ἑαυτόν· εἶτα βάλλει ὕδωρ εἰς τὸν νιπτῆρα, καὶ ἤρξατο νίπτειν τοὺς πόδας τῶν μαθητῶν καὶ ἐκμάσσειν τῷ λεντίῳ ᾧ ἦν διεζωσμένος. ἔρχεται οὖν πρὸς Σίμωνα Πέτρον. ⸀λέγει λέγει WH Treg NA28 ] καὶ λέγει RP ⸀αὐτῷ§ αὐτῷ WH NA28 ] + ἐκεῖνος Treg RP Κύριε, σύ μου νίπτεις τοὺς πόδας; ἀπεκρίθη Ἰησοῦς καὶ εἶπεν αὐτῷ· Ὃ ἐγὼ ποιῶ σὺ οὐκ οἶδας ἄρτι, γνώσῃ δὲ μετὰ ταῦτα. λέγει αὐτῷ Πέτρος· Οὐ μὴ νίψῃς ⸂μου τοὺς πόδας* μου τοὺς πόδας WH Treg NA28 ] τοὺς πόδας μου RP εἰς τὸν αἰῶνα. ἀπεκρίθη ⸂Ἰησοῦς αὐτῷ Ἰησοῦς αὐτῷ WH Treg NA28 ] αὐτῷ ὁ Ἰησοῦς RP· Ἐὰν μὴ νίψω σε, οὐκ ἔχεις μέρος μετʼ ἐμοῦ. λέγει αὐτῷ Σίμων Πέτρος· Κύριε, μὴ τοὺς πόδας μου μόνον ἀλλὰ καὶ τὰς χεῖρας καὶ τὴν κεφαλήν. 10 λέγει αὐτῷ ⸀ὁ ὁ Treg NA28 RP ] – WH Ἰησοῦς· Ὁ λελουμένος ⸂οὐκ ἔχει χρείαν§ οὐκ ἔχει χρείαν WH Treg NA28 ] οὐ χρείαν ἔχει RP ⸂εἰ μὴ* εἰ μὴ WH Treg NA28 ] ἢ RP τοὺς πόδας νίψασθαι, ἀλλʼ ἔστιν καθαρὸς ὅλος· καὶ ὑμεῖς καθαροί ἐστε, ἀλλʼ οὐχὶ πάντες. 11 ᾔδει γὰρ τὸν παραδιδόντα αὐτόν· διὰ τοῦτο εἶπεν ⸀ὅτι ὅτι WH Treg NA28 ] – RPΟὐχὶ πάντες καθαροί ἐστε.
12 Ὅτε οὖν ἔνιψεν τοὺς πόδας αὐτῶν ⸀καὶ καὶ WH Treg RP NA28 ] – NIV ἔλαβεν τὰ ἱμάτια αὐτοῦ ⸂καὶ ἀνέπεσεν§ καὶ ἀνέπεσεν WH Treg NA28 ] ἀναπεσὼν RP, πάλιν εἶπεν αὐτοῖς· Γινώσκετε τί πεποίηκα ὑμῖν; 13 ὑμεῖς φωνεῖτέ με Ὁ διδάσκαλος καὶ Ὁ κύριος, καὶ καλῶς λέγετε, εἰμὶ γάρ. 14 εἰ οὖν ἐγὼ ἔνιψα ὑμῶν τοὺς πόδας ὁ κύριος καὶ ὁ διδάσκαλος, καὶ ὑμεῖς ὀφείλετε ἀλλήλων νίπτειν τοὺς πόδας· 15 ὑπόδειγμα γὰρ ἔδωκα ὑμῖν ἵνα καθὼς ἐγὼ ἐποίησα ὑμῖν καὶ ὑμεῖς ποιῆτε. 16 ἀμὴν ἀμὴν λέγω ὑμῖν, οὐκ ἔστιν δοῦλος μείζων τοῦ κυρίου αὐτοῦ οὐδὲ ἀπόστολος μείζων τοῦ πέμψαντος αὐτόν. 17 εἰ ταῦτα οἴδατε, μακάριοί ἐστε ἐὰν ποιῆτε αὐτά. 18 οὐ περὶ πάντων ὑμῶν λέγω· ἐγὼ οἶδα ⸀τίνας* τίνας WH Treg NA28 ] οὓς RP ἐξελεξάμην· ἀλλʼ ἵνα ἡ γραφὴ πληρωθῇ· Ὁ τρώγων ⸀μου μου WH Treg NA28 ] μετʼ ἐμοῦ RPτὸν ἄρτον ἐπῆρεν ἐπʼ ἐμὲ τὴν πτέρναν αὐτοῦ. 19 ἀπʼ ἄρτι λέγω ὑμῖν πρὸ τοῦ γενέσθαι, ἵνα ⸂πιστεύσητε ὅταν γένηται πιστεύσητε ὅταν γένηται NA28 ] πιστεύητε ὅταν γένηται WH Treg; ὅταν γένηται πιστεύσητε RP ὅτι ἐγώ εἰμι. 20 ἀμὴν ἀμὴν λέγω ὑμῖν, ὁ λαμβάνων ⸀ἄν§ ἄν WH Treg NA28 ] ἐάν RPτινα πέμψω ἐμὲ λαμβάνει, ὁ δὲ ἐμὲ λαμβάνων λαμβάνει τὸν πέμψαντά με.
21 Ταῦτα εἰπὼν ⸀ὁ* ὁ NA28 RP ] – WH TregἸησοῦς ἐταράχθη τῷ πνεύματι καὶ ἐμαρτύρησεν καὶ εἶπεν· Ἀμὴν ἀμὴν λέγω ὑμῖν ὅτι εἷς ἐξ ὑμῶν παραδώσει με. 22 ⸀ἔβλεπον ἔβλεπον WH NA28 ] + οὖν RP Tregεἰς ἀλλήλους οἱ μαθηταὶ ἀπορούμενοι περὶ τίνος λέγει. 23 ⸀ἦν ἦν WH Treg NA28 ] + δὲ RP ἀνακείμενος εἷς ⸀ἐκ§ ἐκ WH Treg NA28 ] – RPτῶν μαθητῶν αὐτοῦ ἐν τῷ κόλπῳ τοῦ Ἰησοῦ, ὃν ἠγάπα ὁ Ἰησοῦς· 24 νεύει οὖν τούτῳ Σίμων Πέτρος ⸂πυθέσθαι τίς ἂν εἴη* πυθέσθαι τίς ἂν εἴη NA28 RP ] καὶ λέγει αὐτῷ Εἰπὲ τίς ἐστιν WH Treg περὶ οὗ λέγει. 25 ⸀ἀναπεσὼν ἀναπεσὼν WH Treg ] ἀναπεσὼν οὖν NA28; ἐπιπεσὼν δὲ RPἐκεῖνος οὕτως ἐπὶ τὸ στῆθος τοῦ Ἰησοῦ λέγει αὐτῷ· Κύριε, τίς ἐστιν; 26 ⸀ἀποκρίνεται ἀποκρίνεται Treg NA28 RP ] + οὖν WH ὁ Ἰησοῦς· Ἐκεῖνός ἐστιν ᾧ ἐγὼ ⸀βάψω§ βάψω WH Treg NA28 ] βάψας RP τὸ ψωμίον ⸂καὶ δώσω αὐτῷ* καὶ δώσω αὐτῷ WH Treg NA28 ] ἐπιδώσω RP · ⸂βάψας οὖν βάψας οὖν WH Treg NA28 ] καὶ ἐμβάψας RP τὸ ⸀ψωμίον ψωμίον NIV RP ] + λαμβάνει καὶ WH Treg NA28 δίδωσιν Ἰούδᾳ Σίμωνος ⸀Ἰσκαριώτου§ Ἰσκαριώτου WH Treg NA28 ] Ἰσκαριώτῃ RP 27 καὶ μετὰ τὸ ψωμίον τότε εἰσῆλθεν εἰς ἐκεῖνον ὁ * ὁ NA28 RP ] – WH TregΣατανᾶς. λέγει οὖν αὐτῷ ⸀ὁ Ἰησοῦς· Ὃ ποιεῖς ποίησον τάχιον. 28 τοῦτο δὲ οὐδεὶς ἔγνω τῶν ἀνακειμένων πρὸς τί εἶπεν αὐτῷ· 29 τινὲς γὰρ ἐδόκουν, ἐπεὶ τὸ γλωσσόκομον ⸀εἶχεν εἶχεν WH Treg NA28 ] + ὁ RP Ἰούδας, ὅτι λέγει αὐτῷ ⸀ὁ ὁ Treg NA28 RP ] – WHἸησοῦς· Ἀγόρασον ὧν χρείαν ἔχομεν εἰς τὴν ἑορτήν, ἢ τοῖς πτωχοῖς ἵνα τι δῷ. 30 λαβὼν οὖν τὸ ψωμίον ἐκεῖνος ⸂ἐξῆλθεν εὐθύς§ ἐξῆλθεν εὐθύς WH Treg NA28 ] εὐθέως ἐξῆλθεν RP. ἦν δὲ νύξ.
31 Ὅτε ⸀οὖν* οὖν WH Treg NA28 ] – RP ἐξῆλθεν ⸀λέγει λέγει WH Treg NA28 ] + ὁ RPἸησοῦς· Νῦν ἐδοξάσθη ὁ υἱὸς τοῦ ἀνθρώπου, καὶ ὁ θεὸς ἐδοξάσθη ἐν αὐτῷ· 32 ⸂εἰ ὁ θεὸς ἐδοξάσθη ἐν αὐτῷ εἰ ὁ θεὸς ἐδοξάσθη ἐν αὐτῷ Treg NA28 RP ] – WH ⸃ καὶ ὁ θεὸς δοξάσει αὐτὸν ἐν ⸀αὑτῷ§ αὑτῷ WH ] αὐτῷ Treg NA28; ἑαυτῷ RP καὶ εὐθὺς δοξάσει αὐτόν. 33 τεκνία, ἔτι μικρὸν μεθʼ ὑμῶν εἰμι· ζητήσετέ με, καὶ καθὼς εἶπον τοῖς Ἰουδαίοις ὅτι Ὅπου ⸂ἐγὼ ὑπάγω* ἐγὼ ὑπάγω WH Treg NA28 ] ὑπάγω ἐγὼ RP ὑμεῖς οὐ δύνασθε ἐλθεῖν, καὶ ὑμῖν λέγω ἄρτι. 34 ἐντολὴν καινὴν δίδωμι ὑμῖν ἵνα ἀγαπᾶτε ἀλλήλους, καθὼς ἠγάπησα ὑμᾶς ἵνα καὶ ὑμεῖς ἀγαπᾶτε ἀλλήλους. 35 ἐν τούτῳ γνώσονται πάντες ὅτι ἐμοὶ μαθηταί ἐστε, ἐὰν ἀγάπην ἔχητε ἐν ἀλλήλοις.
36 Λέγει αὐτῷ Σίμων Πέτρος· Κύριε, ποῦ ὑπάγεις; ⸀ἀπεκρίθη ἀπεκρίθη WH Treg NIV ] + αὐτῷ ὁ RP; + αὐτῷ NA28 Ἰησοῦς· Ὅπου ὑπάγω οὐ δύνασαί μοι νῦν ἀκολουθῆσαι, ⸂ἀκολουθήσεις δὲ ὕστερον ἀκολουθήσεις δὲ ὕστερον WH Treg NA28 ] ὕστερον δὲ ἀκολουθήσεις μοι RP. 37 λέγει αὐτῷ ⸀ὁ§ ὁ WH Treg NA28 ] – RP Πέτρος· Κύριε, διὰ τί οὐ δύναμαί σοι ⸀ἀκολουθῆσαι* ἀκολουθῆσαι NA28 RP ] ἀκολουθεῖν WH Tregἄρτι; τὴν ψυχήν μου ὑπὲρ σοῦ θήσω. 38 ⸀ἀποκρίνεται ἀποκρίνεται WH Treg NA28 ] Ἀπεκρίθη αὐτῷ ὁ RP Ἰησοῦς· Τὴν ψυχήν σου ὑπὲρ ἐμοῦ θήσεις; ἀμὴν ἀμὴν λέγω σοι, οὐ μὴ ἀλέκτωρ φωνήσῃ ἕως οὗ ⸀ἀρνήσῃ ἀρνήσῃ WH Treg NA28 ] ἀπαρνήσῃ RPμε τρίς.

*13:1 ἦλθεν WH Treg NA28 ] ἐλήλυθεν RP

13:2 γινομένου WH Treg NA28 ] γενομένου RP

13:2 ἵνα παραδοῖ αὐτὸν Ἰούδας Σίμωνος Ἰσκ. WH Treg NA28 ] Ἰούδα Σίμωνος Ἰσκ. ἵνα αὐτὸν παραδῷ RP

§13:2 Ἰσκαριώτου NA28 RP ] Ἰσκαριώτης WH Treg

*13:3 εἰδὼς WH Treg NA28 ] + ὁ Ἰησοῦς RP

13:3 ἔδωκεν WH Treg NA28 ] δέδωκεν RP

13:6 λέγει WH Treg NA28 ] καὶ λέγει RP

§13:6 αὐτῷ WH NA28 ] + ἐκεῖνος Treg RP

*13:8 μου τοὺς πόδας WH Treg NA28 ] τοὺς πόδας μου RP

13:8 Ἰησοῦς αὐτῷ WH Treg NA28 ] αὐτῷ ὁ Ἰησοῦς RP

13:10 ὁ Treg NA28 RP ] – WH

§13:10 οὐκ ἔχει χρείαν WH Treg NA28 ] οὐ χρείαν ἔχει RP

*13:10 εἰ μὴ WH Treg NA28 ] ἢ RP

13:11 ὅτι WH Treg NA28 ] – RP

13:12 καὶ WH Treg RP NA28 ] – NIV

§13:12 καὶ ἀνέπεσεν WH Treg NA28 ] ἀναπεσὼν RP

*13:18 τίνας WH Treg NA28 ] οὓς RP

13:18 μου WH Treg NA28 ] μετʼ ἐμοῦ RP

13:19 πιστεύσητε ὅταν γένηται NA28 ] πιστεύητε ὅταν γένηται WH Treg; ὅταν γένηται πιστεύσητε RP

§13:20 ἄν WH Treg NA28 ] ἐάν RP

*13:21 ὁ NA28 RP ] – WH Treg

13:22 ἔβλεπον WH NA28 ] + οὖν RP Treg

13:23 ἦν WH Treg NA28 ] + δὲ RP

§13:23 ἐκ WH Treg NA28 ] – RP

*13:24 πυθέσθαι τίς ἂν εἴη NA28 RP ] καὶ λέγει αὐτῷ Εἰπὲ τίς ἐστιν WH Treg

13:25 ἀναπεσὼν WH Treg ] ἀναπεσὼν οὖν NA28; ἐπιπεσὼν δὲ RP

13:26 ἀποκρίνεται Treg NA28 RP ] + οὖν WH

§13:26 βάψω WH Treg NA28 ] βάψας RP

*13:26 καὶ δώσω αὐτῷ WH Treg NA28 ] ἐπιδώσω RP

13:26 βάψας οὖν WH Treg NA28 ] καὶ ἐμβάψας RP

13:26 ψωμίον NIV RP ] + λαμβάνει καὶ WH Treg NA28

§13:26 Ἰσκαριώτου WH Treg NA28 ] Ἰσκαριώτῃ RP

*13:27 ὁ NA28 RP ] – WH Treg

13:29 εἶχεν WH Treg NA28 ] + ὁ RP

13:29 ὁ Treg NA28 RP ] – WH

§13:30 ἐξῆλθεν εὐθύς WH Treg NA28 ] εὐθέως ἐξῆλθεν RP

*13:31 οὖν WH Treg NA28 ] – RP

13:31 λέγει WH Treg NA28 ] + ὁ RP

13:32 εἰ ὁ θεὸς ἐδοξάσθη ἐν αὐτῷ Treg NA28 RP ] – WH

§13:32 αὑτῷ WH ] αὐτῷ Treg NA28; ἑαυτῷ RP

*13:33 ἐγὼ ὑπάγω WH Treg NA28 ] ὑπάγω ἐγὼ RP

13:36 ἀπεκρίθη WH Treg NIV ] + αὐτῷ ὁ RP; + αὐτῷ NA28

13:36 ἀκολουθήσεις δὲ ὕστερον WH Treg NA28 ] ὕστερον δὲ ἀκολουθήσεις μοι RP

§13:37 ὁ WH Treg NA28 ] – RP

*13:37 ἀκολουθῆσαι NA28 RP ] ἀκολουθεῖν WH Treg

13:38 ἀποκρίνεται WH Treg NA28 ] Ἀπεκρίθη αὐτῷ ὁ RP

13:38 ἀρνήσῃ WH Treg NA28 ] ἀπαρνήσῃ RP