12
Τοιγαροῦν καὶ ἡμεῖς, τοσοῦτον ἔχοντες περικείμενον ἡμῖν νέφος μαρτύρων, ὄγκον ἀποθέμενοι πάντα καὶ τὴν εὐπερίστατον ἁμαρτίαν, διʼ ὑπομονῆς τρέχωμεν τὸν προκείμενον ἡμῖν ἀγῶνα, ἀφορῶντες εἰς τὸν τῆς πίστεως ἀρχηγὸν καὶ τελειωτὴν Ἰησοῦν, ὃς ἀντὶ τῆς προκειμένης αὐτῷ χαρᾶς ὑπέμεινεν σταυρὸν αἰσχύνης καταφρονήσας, ἐν δεξιᾷ τε τοῦ θρόνου τοῦ θεοῦ κεκάθικεν.
Ἀναλογίσασθε γὰρ τὸν τοιαύτην ὑπομεμενηκότα ὑπὸ τῶν ἁμαρτωλῶν εἰς ⸀ἑαυτοὺς* ἑαυτοὺς WH ] ἑαυτὸν NA28 Treg; ἀυτὸν RPἀντιλογίαν, ἵνα μὴ κάμητε ταῖς ψυχαῖς ὑμῶν ἐκλυόμενοι. οὔπω μέχρις αἵματος ἀντικατέστητε πρὸς τὴν ἁμαρτίαν ἀνταγωνιζόμενοι, καὶ ἐκλέλησθε τῆς παρακλήσεως, ἥτις ὑμῖν ὡς υἱοῖς διαλέγεται, Υἱέ μου, μὴ ὀλιγώρει παιδείας κυρίου, μηδὲ ἐκλύου ὑπʼ αὐτοῦ ἐλεγχόμενος· ὃν γὰρ ἀγαπᾷ κύριος παιδεύει, μαστιγοῖ δὲ πάντα υἱὸν ὃν παραδέχεται. εἰς παιδείαν ὑπομένετε· ὡς υἱοῖς ὑμῖν προσφέρεται ὁ θεός· τίς ⸀γὰρ γὰρ WH Treg NA28 ] + ἐστιν RPυἱὸς ὃν οὐ παιδεύει πατήρ; εἰ δὲ χωρίς ἐστε παιδείας ἧς μέτοχοι γεγόνασι πάντες, ἄρα νόθοι ⸂καὶ οὐχ υἱοί ἐστε καὶ οὐχ υἱοί ἐστε WH Treg NA28 ] ἐστε καὶ οὐχ υἱοί RP. εἶτα τοὺς μὲν τῆς σαρκὸς ἡμῶν πατέρας εἴχομεν παιδευτὰς καὶ ἐνετρεπόμεθα· οὐ ⸀πολὺ§ πολὺ WH Treg ] πολὺ δὲ NA28; πολλῷ RPμᾶλλον ὑποταγησόμεθα τῷ πατρὶ τῶν πνευμάτων καὶ ζήσομεν; 10 οἱ μὲν γὰρ πρὸς ὀλίγας ἡμέρας κατὰ τὸ δοκοῦν αὐτοῖς ἐπαίδευον, ὁ δὲ ἐπὶ τὸ συμφέρον εἰς τὸ μεταλαβεῖν τῆς ἁγιότητος αὐτοῦ. 11 πᾶσα ⸀δὲ* δὲ Treg NA28 RP ] μὲν WHπαιδεία πρὸς μὲν τὸ παρὸν οὐ δοκεῖ χαρᾶς εἶναι ἀλλὰ λύπης, ὕστερον δὲ καρπὸν εἰρηνικὸν τοῖς διʼ αὐτῆς γεγυμνασμένοις ἀποδίδωσιν δικαιοσύνης.
12 Διὸ τὰς παρειμένας χεῖρας καὶ τὰ παραλελυμένα γόνατα ἀνορθώσατε, 13 καὶ τροχιὰς ὀρθὰς ⸀ποιεῖτε ποιεῖτε WH Treg NA28 ] ποιήσατε RPτοῖς ποσὶν ὑμῶν, ἵνα μὴ τὸ χωλὸν ἐκτραπῇ, ἰαθῇ δὲ μᾶλλον.
14 Εἰρήνην διώκετε μετὰ πάντων, καὶ τὸν ἁγιασμόν, οὗ χωρὶς οὐδεὶς ὄψεται τὸν κύριον, 15 ἐπισκοποῦντες μή τις ὑστερῶν ἀπὸ τῆς χάριτος τοῦ θεοῦ, μή τις ῥίζα πικρίας ἄνω φύουσα ἐνοχλῇ καὶ ⸂διʼ αὐτῆς διʼ αὐτῆς WH NA28 ] διὰ ταύτης Treg RP μιανθῶσιν ⸀πολλοί§ πολλοί NA28 RP ] οἱ πολλοί WH Treg 16 μή τις πόρνος ἢ βέβηλος ὡς Ἠσαῦ, ὃς ἀντὶ βρώσεως μιᾶς ἀπέδετο τὰ πρωτοτόκια ⸀ἑαυτοῦ* ἑαυτοῦ WH Treg NA28 ] αὐτοῦ RP 17 ἴστε γὰρ ὅτι καὶ μετέπειτα θέλων κληρονομῆσαι τὴν εὐλογίαν ἀπεδοκιμάσθη, μετανοίας γὰρ τόπον οὐχ εὗρεν, καίπερ μετὰ δακρύων ἐκζητήσας αὐτήν.
18 Οὐ γὰρ προσεληλύθατε ⸀ψηλαφωμένῳ ψηλαφωμένῳ WH Treg NA28 ] + ὄρει RP καὶ κεκαυμένῳ πυρὶ καὶ γνόφῳ καὶ ⸀ζόφῳ ζόφῳ WH Treg NA28 ] σκότῳ RPκαὶ θυέλλῃ 19 καὶ σάλπιγγος ἤχῳ καὶ φωνῇ ῥημάτων, ἧς οἱ ἀκούσαντες παρῃτήσαντο ⸀μὴ§ μὴ Treg NA28 RP ] – WHπροστεθῆναι αὐτοῖς λόγον· 20 οὐκ ἔφερον γὰρ τὸ διαστελλόμενον· Κἂν θηρίον θίγῃ τοῦ ὄρους, λιθοβοληθήσεται· 21 καί, οὕτω φοβερὸν ἦν τὸ φανταζόμενον, Μωϋσῆς εἶπεν· Ἔκφοβός εἰμι καὶ ἔντρομος. 22 ἀλλὰ προσεληλύθατε Σιὼν ὄρει καὶ πόλει θεοῦ ζῶντος, Ἰερουσαλὴμ ἐπουρανίῳ, καὶ μυριάσιν ἀγγέλων, πανηγύρει 23 καὶ ἐκκλησίᾳ πρωτοτόκων ⸂ἀπογεγραμμένων ἐν οὐρανοῖς* ἀπογεγραμμένων ἐν οὐρανοῖς WH Treg NA28 ] ἐν οὐρανοῖς ἀπογεγραμμένων RP, καὶ κριτῇ θεῷ πάντων, καὶ πνεύμασι δικαίων τετελειωμένων, 24 καὶ διαθήκης νέας μεσίτῃ Ἰησοῦ, καὶ αἵματι ῥαντισμοῦ κρεῖττον λαλοῦντι παρὰ τὸν Ἅβελ.
25 Βλέπετε μὴ παραιτήσησθε τὸν λαλοῦντα· εἰ γὰρ ἐκεῖνοι οὐκ ⸀ἐξέφυγον ἐξέφυγον WH Treg NA28 ] ἔφυγον RP ⸂ἐπὶ γῆς παραιτησάμενοι τὸν ἐπὶ γῆς παραιτησάμενοι τὸν WH Treg NA28 ] τὸν ἐπὶ γῆς παραιτησάμενοι RP χρηματίζοντα, ⸀πολὺ§ πολὺ WH Treg NA28 ] πολλῷ RPμᾶλλον ἡμεῖς οἱ τὸν ἀπʼ οὐρανῶν ἀποστρεφόμενοι· 26 οὗ ἡ φωνὴ τὴν γῆν ἐσάλευσεν τότε, νῦν δὲ ἐπήγγελται λέγων· Ἔτι ἅπαξ ἐγὼ ⸀σείσω* σείσω WH Treg NA28 ] σείω RPοὐ μόνον τὴν γῆν ἀλλὰ καὶ τὸν οὐρανόν. 27 τὸ δὲ Ἔτι ἅπαξ δηλοῖ ⸂τῶν σαλευομένων τῶν σαλευομένων Holmes WHmarg ] τὴν τῶν σαλευομένων WH Treg NA28; τῶν σαλευομένων τὴν RP μετάθεσιν ὡς πεποιημένων, ἵνα μείνῃ τὰ μὴ σαλευόμενα. 28 διὸ βασιλείαν ἀσάλευτον παραλαμβάνοντες ἔχωμεν χάριν, διʼ ἧς ⸀λατρεύωμεν λατρεύωμεν WH Treg NA28 ] λατρεύομεν RP εὐαρέστως τῷ θεῷ μετὰ ⸂εὐλαβείας καὶ δέους§ εὐλαβείας καὶ δέους WH Treg NA28 ] αἰδοῦς καὶ εὐλαβείας RP, 29 καὶ γὰρ ὁ θεὸς ἡμῶν πῦρ καταναλίσκον.

*12:3 ἑαυτοὺς WH ] ἑαυτὸν NA28 Treg; ἀυτὸν RP

12:7 γὰρ WH Treg NA28 ] + ἐστιν RP

12:8 καὶ οὐχ υἱοί ἐστε WH Treg NA28 ] ἐστε καὶ οὐχ υἱοί RP

§12:9 πολὺ WH Treg ] πολὺ δὲ NA28; πολλῷ RP

*12:11 δὲ Treg NA28 RP ] μὲν WH

12:13 ποιεῖτε WH Treg NA28 ] ποιήσατε RP

12:15 διʼ αὐτῆς WH NA28 ] διὰ ταύτης Treg RP

§12:15 πολλοί NA28 RP ] οἱ πολλοί WH Treg

*12:16 ἑαυτοῦ WH Treg NA28 ] αὐτοῦ RP

12:18 ψηλαφωμένῳ WH Treg NA28 ] + ὄρει RP

12:18 ζόφῳ WH Treg NA28 ] σκότῳ RP

§12:19 μὴ Treg NA28 RP ] – WH

*12:23 ἀπογεγραμμένων ἐν οὐρανοῖς WH Treg NA28 ] ἐν οὐρανοῖς ἀπογεγραμμένων RP

12:25 ἐξέφυγον WH Treg NA28 ] ἔφυγον RP

12:25 ἐπὶ γῆς παραιτησάμενοι τὸν WH Treg NA28 ] τὸν ἐπὶ γῆς παραιτησάμενοι RP

§12:25 πολὺ WH Treg NA28 ] πολλῷ RP

*12:26 σείσω WH Treg NA28 ] σείω RP

12:27 τῶν σαλευομένων Holmes WHmarg ] τὴν τῶν σαλευομένων WH Treg NA28; τῶν σαλευομένων τὴν RP

12:28 λατρεύωμεν WH Treg NA28 ] λατρεύομεν RP

§12:28 εὐλαβείας καὶ δέους WH Treg NA28 ] αἰδοῦς καὶ εὐλαβείας RP