7
⸀Ἐπειδὴ* Ἐπειδὴ WH Treg NA28 ] Ἐπει δὲ RPἐπλήρωσεν πάντα τὰ ῥήματα αὐτοῦ εἰς τὰς ἀκοὰς τοῦ λαοῦ, εἰσῆλθεν εἰς Καφαρναούμ. Ἑκατοντάρχου δέ τινος δοῦλος κακῶς ἔχων ἤμελλεν τελευτᾶν, ὃς ἦν αὐτῷ ἔντιμος. ἀκούσας δὲ περὶ τοῦ Ἰησοῦ ἀπέστειλεν πρὸς αὐτὸν πρεσβυτέρους τῶν Ἰουδαίων, ἐρωτῶν αὐτὸν ὅπως ἐλθὼν διασώσῃ τὸν δοῦλον αὐτοῦ. οἱ δὲ παραγενόμενοι πρὸς τὸν Ἰησοῦν παρεκάλουν αὐτὸν σπουδαίως λέγοντες ὅτι Ἄξιός ἐστιν ᾧ ⸀παρέξῃ παρέξῃ WH Treg NA28 ] παρέξει RPτοῦτο, ἀγαπᾷ γὰρ τὸ ἔθνος ἡμῶν καὶ τὴν συναγωγὴν αὐτὸς ᾠκοδόμησεν ἡμῖν. ὁ δὲ Ἰησοῦς ἐπορεύετο σὺν αὐτοῖς. ἤδη δὲ αὐτοῦ οὐ μακρὰν ἀπέχοντος ἀπὸ τῆς οἰκίας ἔπεμψεν ⸂φίλους ὁ ἑκατοντάρχης φίλους ὁ ἑκατοντάρχης WH NA28 ] πρὸς αὐτὸν φίλους ὁ ἑκατόνταρχος Treg; πρὸς αὐτὸν ὁ ἑκατόνταρχος φίλους RP λέγων αὐτῷ· Κύριε, μὴ σκύλλου, οὐ γὰρ ⸂ἱκανός εἰμι§ ἱκανός εἰμι WH Treg NA28 ] εἰμι ἱκανός RP ἵνα ὑπὸ τὴν στέγην μου εἰσέλθῃς· διὸ οὐδὲ ἐμαυτὸν ἠξίωσα πρὸς σὲ ἐλθεῖν· ἀλλὰ εἰπὲ λόγῳ, καὶ ⸀ἰαθήτω* ἰαθήτω WH Treg NA28 ] ἰαθήσεται RPὁ παῖς μου· καὶ γὰρ ἐγὼ ἄνθρωπός εἰμι ὑπὸ ἐξουσίαν τασσόμενος, ἔχων ὑπʼ ἐμαυτὸν στρατιώτας, καὶ λέγω τούτῳ· Πορεύθητι, καὶ πορεύεται, καὶ ἄλλῳ· Ἔρχου, καὶ ἔρχεται, καὶ τῷ δούλῳ μου· Ποίησον τοῦτο, καὶ ποιεῖ. ἀκούσας δὲ ταῦτα ὁ Ἰησοῦς ἐθαύμασεν αὐτόν, καὶ στραφεὶς τῷ ἀκολουθοῦντι αὐτῷ ὄχλῳ εἶπεν· Λέγω ὑμῖν, ⸀οὐδὲ οὐδὲ WH Treg NA28 ] οὔτε RPἐν τῷ Ἰσραὴλ τοσαύτην πίστιν εὗρον. 10 καὶ ὑποστρέψαντες ⸂εἰς τὸν οἶκον οἱ πεμφθέντες εἰς τὸν οἶκον οἱ πεμφθέντες WH Treg NA28 ] οἱ πεμφθέντες εἰς τὸν οἶκον RP εὗρον ⸀τὸν§ τὸν WH Treg NA28 ] + ἀσθενοῦντα RPδοῦλον ὑγιαίνοντα. 11 Καὶ ἐγένετο ἐν τῷ ἑξῆς ⸀ἐπορεύθη* ἐπορεύθη WH NA28 ] ἐπορεύετο Treg RP εἰς πόλιν καλουμένην Ναΐν, καὶ συνεπορεύοντο αὐτῷ οἱ μαθηταὶ ⸀αὐτοῦ αὐτοῦ WH Treg NA28 ] + ἱκανοί RPκαὶ ὄχλος πολύς. 12 ὡς δὲ ἤγγισεν τῇ πύλῃ τῆς πόλεως, καὶ ἰδοὺ ἐξεκομίζετο τεθνηκὼς ⸂μονογενὴς υἱὸς μονογενὴς υἱὸς WH Treg NA28 ] υἱὸς μονογενὴς RP τῇ μητρὶ αὐτοῦ, καὶ αὐτὴ ⸀ἦν§ ⸀ἦν WH Treg NA28 ] – RP χήρα, καὶ ὄχλος τῆς πόλεως ἱκανὸς ⸁ἦν* ⸁ἦν WH Treg NA28 ] – RPσὺν αὐτῇ. 13 καὶ ἰδὼν αὐτὴν ὁ κύριος ἐσπλαγχνίσθη ἐπʼ αὐτῇ καὶ εἶπεν αὐτῇ· Μὴ κλαῖε. 14 καὶ προσελθὼν ἥψατο τῆς σοροῦ, οἱ δὲ βαστάζοντες ἔστησαν, καὶ εἶπεν· Νεανίσκε, σοὶ λέγω, ἐγέρθητι. 15 καὶ ἀνεκάθισεν ὁ νεκρὸς καὶ ἤρξατο λαλεῖν, καὶ ἔδωκεν αὐτὸν τῇ μητρὶ αὐτοῦ. 16 ἔλαβεν δὲ φόβος πάντας, καὶ ἐδόξαζον τὸν θεὸν λέγοντες ὅτι Προφήτης μέγας ⸀ἠγέρθη ἠγέρθη WH Treg NA28 ] ἐγήγερται RPἐν ἡμῖν, καὶ ὅτι Ἐπεσκέψατο ὁ θεὸς τὸν λαὸν αὐτοῦ. 17 καὶ καὶ WH NA28 ] + ἐν Treg RPἐξῆλθεν ὁ λόγος οὗτος ἐν ὅλῃ τῇ Ἰουδαίᾳ περὶ αὐτοῦ ⸀καὶ πάσῃ τῇ περιχώρῳ. 18 Καὶ ἀπήγγειλαν Ἰωάννῃ οἱ μαθηταὶ αὐτοῦ περὶ πάντων τούτων. καὶ προσκαλεσάμενος δύο τινὰς τῶν μαθητῶν αὐτοῦ ὁ Ἰωάννης 19 ἔπεμψεν πρὸς τὸν ⸀κύριον§ κύριον WH Treg NA28 ] Ἰησοῦν RP λέγων· Σὺ εἶ ὁ ἐρχόμενος ἢ ⸀ἄλλον* ἄλλον NA28 RP ] ἕτερον WH Tregπροσδοκῶμεν; 20 παραγενόμενοι δὲ πρὸς αὐτὸν οἱ ἄνδρες εἶπαν· Ἰωάννης ὁ βαπτιστὴς ⸀ἀπέστειλεν ἀπέστειλεν WH NA28 ] ἀπέσταλκεν Treg RPἡμᾶς πρὸς σὲ λέγων· Σὺ εἶ ὁ ἐρχόμενος ἢ ἄλλον προσδοκῶμεν; 21 ἐν ⸀ἐκείνῃ ἐκείνῃ WH Treg NA28 ] αὐτῇ δὲ RP τῇ ὥρᾳ ἐθεράπευσεν πολλοὺς ἀπὸ νόσων καὶ μαστίγων καὶ πνευμάτων πονηρῶν, καὶ τυφλοῖς πολλοῖς ⸀ἐχαρίσατο§ ἐχαρίσατο WH Treg NA28 ] + τὸ RPβλέπειν. 22 καὶ ⸀ἀποκριθεὶς* ἀποκριθεὶς WH Treg NA28 ] + ὁ Ἰησοῦς RP εἶπεν αὐτοῖς· Πορευθέντες ἀπαγγείλατε Ἰωάννῃ ἃ εἴδετε καὶ ἠκούσατε· ⸀τυφλοὶ τυφλοὶ WH NA28 ] ὅτι τυφλοὶ Treg RP ἀναβλέπουσιν, χωλοὶ περιπατοῦσιν, λεπροὶ καθαρίζονται, ⸀κωφοὶ κωφοὶ Treg RP ] καὶ κωφοὶ WH NA28ἀκούουσιν, νεκροὶ ἐγείρονται, πτωχοὶ εὐαγγελίζονται· 23 καὶ μακάριός ἐστιν ὃς ἐὰν μὴ σκανδαλισθῇ ἐν ἐμοί. 24 Ἀπελθόντων δὲ τῶν ἀγγέλων Ἰωάννου ἤρξατο λέγειν ⸂πρὸς τοὺς ὄχλους§ πρὸς τοὺς ὄχλους WH Treg NA28 ] τοῖς ὄχλοις RP περὶ Ἰωάννου· Τί ⸀ἐξήλθατε* ἐξήλθατε WH Treg NA28 ] ἐξεληλύθατε RPεἰς τὴν ἔρημον θεάσασθαι; κάλαμον ὑπὸ ἀνέμου σαλευόμενον; 25 ἀλλὰ τί ⸀ἐξήλθατε ἐξήλθατε WH Treg NA28 ] ἐξεληλύθατε RPἰδεῖν; ἄνθρωπον ἐν μαλακοῖς ἱματίοις ἠμφιεσμένον; ἰδοὺ οἱ ἐν ἱματισμῷ ἐνδόξῳ καὶ τρυφῇ ὑπάρχοντες ἐν τοῖς βασιλείοις εἰσίν. 26 ἀλλὰ τί ⸀ἐξήλθατε ἐξήλθατε WH Treg NA28 ] ἐξεληλύθατε RPἰδεῖν; προφήτην; ναί, λέγω ὑμῖν, καὶ περισσότερον προφήτου. 27 οὗτός ἐστιν περὶ οὗ γέγραπται· ⸀Ἰδοὺ§ Ἰδοὺ WH Treg NA28 ] + ἐγώ RPἀποστέλλω τὸν ἄγγελόν μου πρὸ προσώπου σου, ὃς κατασκευάσει τὴν ὁδόν σου ἔμπροσθέν σου. 28 ⸀λέγω* λέγω WH Treg NA28 ] + γὰρ RP ὑμῖν, μείζων ἐν γεννητοῖς γυναικῶν ⸀Ἰωάννου Ἰωάννου WH NA28 ] προφήτης Ἰωάννου Treg; προφήτης Ἰωάννου τοῦ βαπτιστοῦ RPοὐδείς ἐστιν· ὁ δὲ μικρότερος ἐν τῇ βασιλείᾳ τοῦ θεοῦ μείζων αὐτοῦ ἐστιν. 29 (καὶ πᾶς ὁ λαὸς ἀκούσας καὶ οἱ τελῶναι ἐδικαίωσαν τὸν θεόν, βαπτισθέντες τὸ βάπτισμα Ἰωάννου· 30 οἱ δὲ Φαρισαῖοι καὶ οἱ νομικοὶ τὴν βουλὴν τοῦ θεοῦ ἠθέτησαν εἰς ἑαυτούς, μὴ βαπτισθέντες ὑπʼ αὐτοῦ.) 31 Τίνι οὖν ὁμοιώσω τοὺς ἀνθρώπους τῆς γενεᾶς ταύτης, καὶ τίνι εἰσὶν ὅμοιοι; 32 ὅμοιοί εἰσιν παιδίοις τοῖς ἐν ἀγορᾷ καθημένοις καὶ προσφωνοῦσιν ἀλλήλοις, ⸂ἃ λέγει ἃ λέγει WH NA28 ] λέγοντες Treg; καὶ λέγουσιν RP · Ηὐλήσαμεν ὑμῖν καὶ οὐκ ὠρχήσασθε· ⸀ἐθρηνήσαμεν§ ἐθρηνήσαμεν WH Treg NA28 ] + ὑμῖν RPκαὶ οὐκ ἐκλαύσατε· 33 ἐλήλυθεν γὰρ Ἰωάννης ὁ βαπτιστὴς ⸀μὴ* μὴ WH NA28 ] μήτε Treg RP ⸂ἐσθίων ἄρτον μήτε πίνων οἶνον ἐσθίων ἄρτον μήτε πίνων οἶνον WH Treg NA28 ] ἄρτον ἐσθίων μὴτὲ οἶνον πίνων RP, καὶ λέγετε· Δαιμόνιον ἔχει· 34 ἐλήλυθεν ὁ υἱὸς τοῦ ἀνθρώπου ἐσθίων καὶ πίνων, καὶ λέγετε· Ἰδοὺ ἄνθρωπος φάγος καὶ οἰνοπότης, φίλος τελωνῶν καὶ ἁμαρτωλῶν. 35 καὶ ἐδικαιώθη ἡ σοφία ἀπὸ ⸂πάντων τῶν τέκνων αὐτῆς πάντων τῶν τέκνων αὐτῆς WH Treg NA28 ] τῶν τέκνων αὐτῆς πάντων RP. 36 Ἠρώτα δέ τις αὐτὸν τῶν Φαρισαίων ἵνα φάγῃ μετʼ αὐτοῦ· καὶ εἰσελθὼν εἰς ⸂τὸν οἶκον§ τὸν οἶκον WH Treg NA28 ] τὴν οἶκὶαν RP τοῦ Φαρισαίου ⸀κατεκλίθη* κατεκλίθη WH Treg NA28 ] ἀνεκλίθη RP 37 καὶ ἰδοὺ γυνὴ ⸂ἥτις ἦν ἐν τῇ πόλει ἥτις ἦν ἐν τῇ πόλει WH Treg NA28 ] ἐν τῇ πόλει ἥτις ἦν RP ἁμαρτωλός, ⸀καὶ καὶ WH Treg NA28 ] – RP ἐπιγνοῦσα ὅτι ⸀κατάκειται§ κατάκειται WH Treg NA28 ] ἀνάκειται RPἐν τῇ οἰκίᾳ τοῦ Φαρισαίου, κομίσασα ἀλάβαστρον μύρου 38 καὶ στᾶσα ⸂ὀπίσω παρὰ τοὺς πόδας αὐτοῦ* ὀπίσω παρὰ … αὐτοῦ WH Treg NA28 ] παρὰ … αὐτοῦ ὀπίσω RP κλαίουσα, ⸂τοῖς δάκρυσιν ἤρξατο βρέχειν τοὺς πόδας αὐτοῦ τοῖς δάκρυσιν ἤρξατο … αὐτοῦ WH Treg NA28 ] ἤρξατο … αὐτοῦ τοῖς δάκρυσιν RP καὶ ταῖς θριξὶν τῆς κεφαλῆς αὐτῆς ἐξέμασσεν, καὶ κατεφίλει τοὺς πόδας αὐτοῦ καὶ ἤλειφεν τῷ μύρῳ. 39 ἰδὼν δὲ ὁ Φαρισαῖος ὁ καλέσας αὐτὸν εἶπεν ἐν ἑαυτῷ λέγων· Οὗτος εἰ ⸀ἦν ἦν Treg NA28 RP ] + ὁ WHπροφήτης, ἐγίνωσκεν ἂν τίς καὶ ποταπὴ ἡ γυνὴ ἥτις ἅπτεται αὐτοῦ, ὅτι ἁμαρτωλός ἐστιν. 40 καὶ ἀποκριθεὶς ὁ Ἰησοῦς εἶπεν πρὸς αὐτόν· Σίμων, ἔχω σοί τι εἰπεῖν. ὁ δέ· ⸂Διδάσκαλε, εἰπέ, φησίν⸃.§ Διδάσκαλε εἰπέ φησίν WH Treg NA28 ] φησίν Διδάσκαλε εἰπέ RP 41 δύο χρεοφειλέται ἦσαν δανιστῇ τινι· ὁ εἷς ὤφειλεν δηνάρια πεντακόσια, ὁ δὲ ἕτερος πεντήκοντα. 42 μὴ ⸀ἐχόντων* ἐχόντων WH Treg NA28 ] + δὲ RP αὐτῶν αὐτῶν WH Treg NA28 ] + εἶπέ RP ἀποδοῦναι ἀμφοτέροις ἐχαρίσατο. τίς οὖν ⸀αὐτῶν πλεῖον ⸂ἀγαπήσει αὐτόν ἀγαπήσει αὐτόν WH Treg NA28 ] αὐτὸν ἀγαπήσει RP; 43 ⸀ἀποκριθεὶς§ ἀποκριθεὶς WH NA28 ] + ὁ Treg; + δὲ ὁ RPΣίμων εἶπεν· Ὑπολαμβάνω ὅτι ᾧ τὸ πλεῖον ἐχαρίσατο. ὁ δὲ εἶπεν αὐτῷ· Ὀρθῶς ἔκρινας. 44 καὶ στραφεὶς πρὸς τὴν γυναῖκα τῷ Σίμωνι ἔφη· Βλέπεις ταύτην τὴν γυναῖκα; εἰσῆλθόν σου εἰς τὴν οἰκίαν, ὕδωρ ⸀μοι* μοι WH Treg NA28 ] – RP ἐπὶ ⸀πόδας πόδας WH Treg NA28 ] τοὺς πόδας μου RP οὐκ ἔδωκας· αὕτη δὲ τοῖς δάκρυσιν ἔβρεξέν μου τοὺς πόδας καὶ ταῖς ⸀θριξὶν θριξὶν WH Treg NA28 ] + τὴς κεφαλῆς RPαὐτῆς ἐξέμαξεν. 45 φίλημά μοι οὐκ ἔδωκας· αὕτη δὲ ἀφʼ ἧς εἰσῆλθον οὐ διέλιπεν καταφιλοῦσά μου τοὺς πόδας. 46 ἐλαίῳ τὴν κεφαλήν μου οὐκ ἤλειψας· αὕτη δὲ μύρῳ ἤλειψεν ⸂τοὺς πόδας μου§ τοὺς πόδας μου WH Treg NA28 ] μου τοὺς πόδας RP. 47 οὗ χάριν, λέγω σοι, ἀφέωνται αἱ ἁμαρτίαι αὐτῆς αἱ πολλαί, ὅτι ἠγάπησεν πολύ· ᾧ δὲ ὀλίγον ἀφίεται, ὀλίγον ἀγαπᾷ. 48 εἶπεν δὲ αὐτῇ· Ἀφέωνταί σου αἱ ἁμαρτίαι. 49 καὶ ἤρξαντο οἱ συνανακείμενοι λέγειν ἐν ἑαυτοῖς· Τίς οὗτός ἐστιν ὃς καὶ ἁμαρτίας ἀφίησιν; 50 εἶπεν δὲ πρὸς τὴν γυναῖκα· Ἡ πίστις σου σέσωκέν σε· πορεύου εἰς εἰρήνην.

*7:1 Ἐπειδὴ WH Treg NA28 ] Ἐπει δὲ RP

7:4 παρέξῃ WH Treg NA28 ] παρέξει RP

7:6 φίλους ὁ ἑκατοντάρχης WH NA28 ] πρὸς αὐτὸν φίλους ὁ ἑκατόνταρχος Treg; πρὸς αὐτὸν ὁ ἑκατόνταρχος φίλους RP

§7:6 ἱκανός εἰμι WH Treg NA28 ] εἰμι ἱκανός RP

*7:7 ἰαθήτω WH Treg NA28 ] ἰαθήσεται RP

7:9 οὐδὲ WH Treg NA28 ] οὔτε RP

7:10 εἰς τὸν οἶκον οἱ πεμφθέντες WH Treg NA28 ] οἱ πεμφθέντες εἰς τὸν οἶκον RP

§7:10 τὸν WH Treg NA28 ] + ἀσθενοῦντα RP

*7:11 ἐπορεύθη WH NA28 ] ἐπορεύετο Treg RP

7:11 αὐτοῦ WH Treg NA28 ] + ἱκανοί RP

7:12 μονογενὴς υἱὸς WH Treg NA28 ] υἱὸς μονογενὴς RP

§7:12 ⸀ἦν WH Treg NA28 ] – RP

*7:12 ⸁ἦν WH Treg NA28 ] – RP

7:16 ἠγέρθη WH Treg NA28 ] ἐγήγερται RP

7:17 καὶ WH NA28 ] + ἐν Treg RP

§7:19 κύριον WH Treg NA28 ] Ἰησοῦν RP

*7:19 ἄλλον NA28 RP ] ἕτερον WH Treg

7:20 ἀπέστειλεν WH NA28 ] ἀπέσταλκεν Treg RP

7:21 ἐκείνῃ WH Treg NA28 ] αὐτῇ δὲ RP

§7:21 ἐχαρίσατο WH Treg NA28 ] + τὸ RP

*7:22 ἀποκριθεὶς WH Treg NA28 ] + ὁ Ἰησοῦς RP

7:22 τυφλοὶ WH NA28 ] ὅτι τυφλοὶ Treg RP

7:22 κωφοὶ Treg RP ] καὶ κωφοὶ WH NA28

§7:24 πρὸς τοὺς ὄχλους WH Treg NA28 ] τοῖς ὄχλοις RP

*7:24 ἐξήλθατε WH Treg NA28 ] ἐξεληλύθατε RP

7:25 ἐξήλθατε WH Treg NA28 ] ἐξεληλύθατε RP

7:26 ἐξήλθατε WH Treg NA28 ] ἐξεληλύθατε RP

§7:27 Ἰδοὺ WH Treg NA28 ] + ἐγώ RP

*7:28 λέγω WH Treg NA28 ] + γὰρ RP

7:28 Ἰωάννου WH NA28 ] προφήτης Ἰωάννου Treg; προφήτης Ἰωάννου τοῦ βαπτιστοῦ RP

7:32 ἃ λέγει WH NA28 ] λέγοντες Treg; καὶ λέγουσιν RP

§7:32 ἐθρηνήσαμεν WH Treg NA28 ] + ὑμῖν RP

*7:33 μὴ WH NA28 ] μήτε Treg RP

7:33 ἐσθίων ἄρτον μήτε πίνων οἶνον WH Treg NA28 ] ἄρτον ἐσθίων μὴτὲ οἶνον πίνων RP

7:35 πάντων τῶν τέκνων αὐτῆς WH Treg NA28 ] τῶν τέκνων αὐτῆς πάντων RP

§7:36 τὸν οἶκον WH Treg NA28 ] τὴν οἶκὶαν RP

*7:36 κατεκλίθη WH Treg NA28 ] ἀνεκλίθη RP

7:37 ἥτις ἦν ἐν τῇ πόλει WH Treg NA28 ] ἐν τῇ πόλει ἥτις ἦν RP

7:37 καὶ WH Treg NA28 ] – RP

§7:37 κατάκειται WH Treg NA28 ] ἀνάκειται RP

*7:38 ὀπίσω παρὰ … αὐτοῦ WH Treg NA28 ] παρὰ … αὐτοῦ ὀπίσω RP

7:38 τοῖς δάκρυσιν ἤρξατο … αὐτοῦ WH Treg NA28 ] ἤρξατο … αὐτοῦ τοῖς δάκρυσιν RP

7:39 ἦν Treg NA28 RP ] + ὁ WH

§7:40 Διδάσκαλε εἰπέ φησίν WH Treg NA28 ] φησίν Διδάσκαλε εἰπέ RP

*7:42 ἐχόντων WH Treg NA28 ] + δὲ RP

7:42 αὐτῶν WH Treg NA28 ] + εἶπέ RP

7:42 ἀγαπήσει αὐτόν WH Treg NA28 ] αὐτὸν ἀγαπήσει RP

§7:43 ἀποκριθεὶς WH NA28 ] + ὁ Treg; + δὲ ὁ RP

*7:44 μοι WH Treg NA28 ] – RP

7:44 πόδας WH Treg NA28 ] τοὺς πόδας μου RP

7:44 θριξὶν WH Treg NA28 ] + τὴς κεφαλῆς RP

§7:46 τοὺς πόδας μου WH Treg NA28 ] μου τοὺς πόδας RP