2
Ἐγένοντο δὲ καὶ ψευδοπροφῆται ἐν τῷ λαῷ, ὡς καὶ ἐν ὑμῖν ἔσονται ψευδοδιδάσκαλοι, οἵτινες παρεισάξουσιν αἱρέσεις ἀπωλείας, καὶ τὸν ἀγοράσαντα αὐτοὺς δεσπότην ἀρνούμενοι, ἐπάγοντες ἑαυτοῖς ταχινὴν ἀπώλειαν· καὶ πολλοὶ ἐξακολουθήσουσιν αὐτῶν ταῖς ἀσελγείαις, διʼ οὓς ἡ ὁδὸς τῆς ἀληθείας βλασφημηθήσεται· καὶ ἐν πλεονεξίᾳ πλαστοῖς λόγοις ὑμᾶς ἐμπορεύσονται· οἷς τὸ κρίμα ἔκπαλαι οὐκ ἀργεῖ, καὶ ἡ ἀπώλεια αὐτῶν οὐ ⸀νυστάζει* νυστάζει WH Treg NA28 ] νυστάξει RP
Εἰ γὰρ ὁ θεὸς ἀγγέλων ἁμαρτησάντων οὐκ ἐφείσατο, ἀλλὰ ⸀σειραῖς σειραῖς RP NA28 ] σιροις WH Treg NIV ζόφου ταρταρώσας παρέδωκεν εἰς κρίσιν τηρουμένους, καὶ ἀρχαίου κόσμου οὐκ ἐφείσατο, ἀλλὰ ὄγδοον Νῶε δικαιοσύνης κήρυκα ἐφύλαξεν, κατακλυσμὸν κόσμῳ ἀσεβῶν ἐπάξας, καὶ πόλεις Σοδόμων καὶ Γομόρρας τεφρώσας ⸀καταστροφῇ καταστροφῇ Treg NA28 RP ] – WH NIV κατέκρινεν, ὑπόδειγμα μελλόντων ⸀ἀσεβέσιν§ ἀσεβέσιν WH NA27 ] ἀσεβεῖν Treg NA28 RPτεθεικώς, καὶ δίκαιον Λὼτ καταπονούμενον ὑπὸ τῆς τῶν ἀθέσμων ἐν ἀσελγείᾳ ἀναστροφῆς ἐρρύσατο— βλέμματι γὰρ καὶ ἀκοῇ ⸀ὁ* ὁ Treg NA28 RP ] – WHδίκαιος ἐγκατοικῶν ἐν αὐτοῖς ἡμέραν ἐξ ἡμέρας ψυχὴν δικαίαν ἀνόμοις ἔργοις ἐβασάνιζεν— οἶδεν κύριος εὐσεβεῖς ἐκ πειρασμοῦ ῥύεσθαι, ἀδίκους δὲ εἰς ἡμέραν κρίσεως κολαζομένους τηρεῖν, 10 μάλιστα δὲ τοὺς ὀπίσω σαρκὸς ἐν ἐπιθυμίᾳ μιασμοῦ πορευομένους καὶ κυριότητος καταφρονοῦντας.
Τολμηταί, αὐθάδεις, δόξας οὐ τρέμουσιν, βλασφημοῦντες, 11 ὅπου ἄγγελοι ἰσχύϊ καὶ δυνάμει μείζονες ὄντες οὐ φέρουσιν κατʼ ⸀αὐτῶν αὐτῶν Holmes WHmarg ] + παρὰ κυρίῳ WH Treg NA28 RP; + παρὰ κυρίου NA27 βλάσφημον κρίσιν. 12 οὗτοι δέ, ὡς ἄλογα ζῷα ⸂γεγεννημένα φυσικὰ γεγεννημένα φυσικὰ WH Treg NA28 ] φυσικὰ γεγενημένα RP εἰς ἅλωσιν καὶ φθοράν, ἐν οἷς ἀγνοοῦσιν βλασφημοῦντες, ἐν τῇ φθορᾷ αὐτῶν ⸂καὶ φθαρήσονται§ καὶ φθαρήσονται WH Treg NA28 ] καταφθαρήσονται RP, 13 ⸀ἀδικούμενοι* ἀδικούμενοι WH NA28 ] κομιούμενοι Treg RP μισθὸν ἀδικίας· ἡδονὴν ἡγούμενοι τὴν ἐν ἡμέρᾳ τρυφήν, σπίλοι καὶ μῶμοι ἐντρυφῶντες ἐν ταῖς ⸀ἀπάταις ἀπάταις WH NA28 RP ] ἀγάπαις Tregαὐτῶν συνευωχούμενοι ὑμῖν, 14 ὀφθαλμοὺς ἔχοντες μεστοὺς μοιχαλίδος καὶ ⸀ἀκαταπαύστους ἀκαταπαύστους Treg NA28 RP ] ἀκαταπάστους WHἁμαρτίας, δελεάζοντες ψυχὰς ἀστηρίκτους, καρδίαν γεγυμνασμένην πλεονεξίας ἔχοντες, κατάρας τέκνα, 15 ⸀καταλιπόντες§ καταλιπόντες Treg NA28 RP ] καταλείποντες WH NA27 εὐθεῖαν ὁδὸν ἐπλανήθησαν, ἐξακολουθήσαντες τῇ ὁδῷ τοῦ Βαλαὰμ τοῦ ⸀Βοσὸρ* Βοσὸρ Treg RP NA28 ] Βεὼρ WH NIVὃς μισθὸν ἀδικίας ἠγάπησεν 16 ἔλεγξιν δὲ ἔσχεν ἰδίας παρανομίας· ὑποζύγιον ἄφωνον ἐν ἀνθρώπου φωνῇ φθεγξάμενον ἐκώλυσεν τὴν τοῦ προφήτου παραφρονίαν.
17 Οὗτοί εἰσιν πηγαὶ ἄνυδροι ⸂καὶ ὁμίχλαι καὶ ὁμίχλαι WH Treg NA28 ] νεφέλαι RP ὑπὸ λαίλαπος ἐλαυνόμεναι, οἷς ὁ ζόφος τοῦ ⸀σκότους σκότους WH Treg NA28 ] + εἰς αἰῶνα RPτετήρηται. 18 ὑπέρογκα γὰρ ματαιότητος φθεγγόμενοι δελεάζουσιν ἐν ἐπιθυμίαις σαρκὸς ἀσελγείαις τοὺς ⸀ὀλίγως§ ὀλίγως WH Treg NA27 ] ὄντως NA28 RP ⸀ἀποφεύγοντας* ἀποφεύγοντας WH Treg NA28 ] ἀποφυγόντας RPτοὺς ἐν πλάνῃ ἀναστρεφομένους, 19 ἐλευθερίαν αὐτοῖς ἐπαγγελλόμενοι, αὐτοὶ δοῦλοι ὑπάρχοντες τῆς φθορᾶς· ᾧ γάρ τις ἥττηται, τούτῳ ⸀καὶ καὶ Treg RP ] – WH NA28δεδούλωται. 20 εἰ γὰρ ἀποφυγόντες τὰ μιάσματα τοῦ κόσμου ἐν ἐπιγνώσει τοῦ ⸀κυρίου κυρίου WH Treg NA28 RP ] + ἡμῶν NA27καὶ σωτῆρος Ἰησοῦ Χριστοῦ τούτοις δὲ πάλιν ἐμπλακέντες ἡττῶνται, γέγονεν αὐτοῖς τὰ ἔσχατα χείρονα τῶν πρώτων. 21 κρεῖττον γὰρ ἦν αὐτοῖς μὴ ἐπεγνωκέναι τὴν ὁδὸν τῆς δικαιοσύνης ἢ ἐπιγνοῦσιν ⸀ὑποστρέψαι§ ὑποστρέψαι WH Treg NA28 ] ἐπιστρέψαι RPἐκ τῆς παραδοθείσης αὐτοῖς ἁγίας ἐντολῆς· 22 ⸀συμβέβηκεν* συμβέβηκεν WH Treg NA28 ] + δὲ RP αὐτοῖς τὸ τῆς ἀληθοῦς παροιμίας· Κύων ἐπιστρέψας ἐπὶ τὸ ἴδιον ἐξέραμα, καί· Ὗς λουσαμένη εἰς ⸀κυλισμὸν κυλισμὸν WH Treg NA28 ] κύλισμα RPβορβόρου.

*2:3 νυστάζει WH Treg NA28 ] νυστάξει RP

2:4 σειραῖς RP NA28 ] σιροις WH Treg NIV

2:6 καταστροφῇ Treg NA28 RP ] – WH NIV

§2:6 ἀσεβέσιν WH NA27 ] ἀσεβεῖν Treg NA28 RP

*2:8 ὁ Treg NA28 RP ] – WH

2:11 αὐτῶν Holmes WHmarg ] + παρὰ κυρίῳ WH Treg NA28 RP; + παρὰ κυρίου NA27

2:12 γεγεννημένα φυσικὰ WH Treg NA28 ] φυσικὰ γεγενημένα RP

§2:12 καὶ φθαρήσονται WH Treg NA28 ] καταφθαρήσονται RP

*2:13 ἀδικούμενοι WH NA28 ] κομιούμενοι Treg RP

2:13 ἀπάταις WH NA28 RP ] ἀγάπαις Treg

2:14 ἀκαταπαύστους Treg NA28 RP ] ἀκαταπάστους WH

§2:15 καταλιπόντες Treg NA28 RP ] καταλείποντες WH NA27

*2:15 Βοσὸρ Treg RP NA28 ] Βεὼρ WH NIV

2:17 καὶ ὁμίχλαι WH Treg NA28 ] νεφέλαι RP

2:17 σκότους WH Treg NA28 ] + εἰς αἰῶνα RP

§2:18 ὀλίγως WH Treg NA27 ] ὄντως NA28 RP

*2:18 ἀποφεύγοντας WH Treg NA28 ] ἀποφυγόντας RP

2:19 καὶ Treg RP ] – WH NA28

2:20 κυρίου WH Treg NA28 RP ] + ἡμῶν NA27

§2:21 ὑποστρέψαι WH Treg NA28 ] ἐπιστρέψαι RP

*2:22 συμβέβηκεν WH Treg NA28 ] + δὲ RP

2:22 κυλισμὸν WH Treg NA28 ] κύλισμα RP