ΠΡΟΣ ΘΕΣΣΑΛΟΝΙΚΕΙΣ Α
1
Παῦλος καὶ Σιλουανὸς καὶ Τιμόθεος τῇ ἐκκλησίᾳ Θεσσαλονικέων ἐν θεῷ πατρὶ καὶ κυρίῳ Ἰησοῦ Χριστῷ· χάρις ὑμῖν καὶ ⸀εἰρήνη* εἰρήνη WH Treg NA28 ] + ἀπὸ θεοῦ πατρὸς ἡμῶν καὶ κυρίου Ἰησοῦ Χριστοῦ RP Εὐχαριστοῦμεν τῷ θεῷ πάντοτε περὶ πάντων ὑμῶν ⸀μνείαν μνείαν WH Treg NA28 ] + ὑμῶν RPποιούμενοι ἐπὶ τῶν προσευχῶν ἡμῶν, ἀδιαλείπτως μνημονεύοντες ὑμῶν τοῦ ἔργου τῆς πίστεως καὶ τοῦ κόπου τῆς ἀγάπης καὶ τῆς ὑπομονῆς τῆς ἐλπίδος τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ ἔμπροσθεν τοῦ θεοῦ καὶ πατρὸς ἡμῶν, εἰδότες, ἀδελφοὶ ἠγαπημένοι ὑπὸ ⸀θεοῦ θεοῦ Treg RP ] τοῦ θεοῦ WH NA28 τὴν ἐκλογὴν ὑμῶν, ὅτι τὸ εὐαγγέλιον ἡμῶν οὐκ ἐγενήθη εἰς ὑμᾶς ἐν λόγῳ μόνον ἀλλὰ καὶ§ καὶ WH ] + ἐν Treg NA28 RP ἐν* ἐν Treg NA28 RP ] – WHδυνάμει καὶ ἐν πνεύματι ἁγίῳ ⸀καὶ πληροφορίᾳ πολλῇ, καθὼς οἴδατε οἷοι ἐγενήθημεν ⸀ἐν ὑμῖν διʼ ὑμᾶς· καὶ ὑμεῖς μιμηταὶ ἡμῶν ἐγενήθητε καὶ τοῦ κυρίου, δεξάμενοι τὸν λόγον ἐν θλίψει πολλῇ μετὰ χαρᾶς πνεύματος ἁγίου, ὥστε γενέσθαι ὑμᾶς ⸀τύπον τύπον WH Treg NA28 ] τύπους RP πᾶσιν τοῖς πιστεύουσιν ἐν ἐν WH Treg NA28 ] – RPτῇ Μακεδονίᾳ καὶ ⸀ἐν τῇ Ἀχαΐᾳ. ἀφʼ ὑμῶν γὰρ ἐξήχηται ὁ λόγος τοῦ κυρίου οὐ μόνον ἐν τῇ Μακεδονίᾳ ⸀καὶ§ καὶ WH Treg ] + ἐν τῇ NA28 RP Ἀχαΐᾳ, ⸀ἀλλʼ* ἀλλʼ WH Treg NA28 ] ἀλλὰ καὶ RP ἐν παντὶ τόπῳ ἡ πίστις ὑμῶν ἡ πρὸς τὸν θεὸν ἐξελήλυθεν, ὥστε μὴ χρείαν ⸂ἔχειν ἡμᾶς ἔχειν ἡμᾶς WH Treg NA28 ] ἡμᾶς ἔχειν RP λαλεῖν τι· αὐτοὶ γὰρ περὶ ἡμῶν ἀπαγγέλλουσιν ὁποίαν εἴσοδον ἔσχομεν πρὸς ὑμᾶς, καὶ πῶς ἐπεστρέψατε πρὸς τὸν θεὸν ἀπὸ τῶν εἰδώλων δουλεύειν θεῷ ζῶντι καὶ ἀληθινῷ, 10 καὶ ἀναμένειν τὸν υἱὸν αὐτοῦ ἐκ ἐκ WH Treg NA28 ] ἀπὸ RPτῶν οὐρανῶν, ὃν ἤγειρεν ἐκ τῶν νεκρῶν, Ἰησοῦν τὸν ῥυόμενον ἡμᾶς ⸀ἐκ τῆς ὀργῆς τῆς ἐρχομένης.

*1:1 εἰρήνη WH Treg NA28 ] + ἀπὸ θεοῦ πατρὸς ἡμῶν καὶ κυρίου Ἰησοῦ Χριστοῦ RP

1:2 μνείαν WH Treg NA28 ] + ὑμῶν RP

1:4 θεοῦ Treg RP ] τοῦ θεοῦ WH NA28

§1:5 καὶ WH ] + ἐν Treg NA28 RP

*1:5 ἐν Treg NA28 RP ] – WH

1:7 τύπον WH Treg NA28 ] τύπους RP

1:7 ἐν WH Treg NA28 ] – RP

§1:8 καὶ WH Treg ] + ἐν τῇ NA28 RP

*1:8 ἀλλʼ WH Treg NA28 ] ἀλλὰ καὶ RP

1:8 ἔχειν ἡμᾶς WH Treg NA28 ] ἡμᾶς ἔχειν RP

1:10 ἐκ WH Treg NA28 ] ἀπὸ RP