13
1 Ἐὰν ταῖς γλώσσαις τῶν ἀνθρώπων λαλῶ καὶ τῶν ἀγγέλων, ἀγάπην δὲ μὴ ἔχω, γέγονα χαλκὸς ἠχῶν ἢ κύμβαλον ἀλαλάζον. 2 ⸂καὶ ἐὰν⸃* ⸂καὶ ἐὰν⸃ Treg NA28 RP ] κἂν WH ἔχω προφητείαν καὶ εἰδῶ τὰ μυστήρια πάντα καὶ πᾶσαν τὴν γνῶσιν, ⸄καὶ ἐὰν⸅† ⸄καὶ ἐὰν⸅ NA28 RP ] κἂν WH Treg ἔχω πᾶσαν τὴν πίστιν ὥστε ὄρη ⸀μεθιστάναι‡ μεθιστάναι Treg NA28 ] μεθιστάνειν WH RP ἀγάπην δὲ μὴ ἔχω, οὐθέν εἰμι. 3 ⸂καὶ ἐὰν⸃§ ⸂καὶ ἐὰν⸃ RP ] κἂν WH Treg NA28 ψωμίσω πάντα τὰ ὑπάρχοντά μου, ⸄καὶ ἐὰν⸅* ⸄καὶ ἐὰν⸅ Treg NA28 RP ] κἂν WH παραδῶ τὸ σῶμά μου, ἵνα ⸀καυθήσομαι† καυθήσομαι NIV ] καυθήσωμαι Treg RP; καυχήσωμαι WH NA28 ἀγάπην δὲ μὴ ἔχω, οὐδὲν ὠφελοῦμαι.
4 Ἡ ἀγάπη μακροθυμεῖ, χρηστεύεται ἡ ἀγάπη‡ ἡ ἀγάπη Treg NA28 RP ] – WH οὐ ζηλοῖ ⸂ἡ ἀγάπη⸃, οὐ περπερεύεται, οὐ φυσιοῦται, 5 οὐκ ἀσχημονεῖ, οὐ ζητεῖ τὰ ἑαυτῆς, οὐ παροξύνεται, οὐ λογίζεται τὸ κακόν, 6 οὐ χαίρει ἐπὶ τῇ ἀδικίᾳ, συγχαίρει δὲ τῇ ἀληθείᾳ· 7 πάντα στέγει, πάντα πιστεύει, πάντα ἐλπίζει, πάντα ὑπομένει.
8 Ἡ ἀγάπη οὐδέποτε ⸀πίπτει§ πίπτει WH Treg NA28 ] ἐκπίπτει RP εἴτε δὲ προφητεῖαι, καταργηθήσονται· εἴτε γλῶσσαι, παύσονται· εἴτε γνῶσις, καταργηθήσεται. 9 ἐκ μέρους ⸀γὰρ* γὰρ WH Treg NA28 ] δὲ RPγινώσκομεν καὶ ἐκ μέρους προφητεύομεν· 10 ὅταν δὲ ἔλθῃ τὸ† τὸ WH Treg NA28 ] τότε τὸ RPτέλειον, ⸀τὸ ἐκ μέρους καταργηθήσεται. 11 ὅτε ἤμην νήπιος, ⸂ἐλάλουν ὡς νήπιος, ἐφρόνουν ὡς νήπιος, ἐλογιζόμην ὡς νήπιος‡ ἐλάλουν … ἐλογιζόμην ὡς νήπιος WH Treg NA28 ] ὡς νήπιος ἐλάλουν … ἐλογιζόμην RP · ⸀ὅτε§ ὅτε WH Treg NA28 ] + δὲ RPγέγονα ἀνήρ, κατήργηκα τὰ τοῦ νηπίου. 12 βλέπομεν γὰρ ἄρτι διʼ ἐσόπτρου ἐν αἰνίγματι, τότε δὲ πρόσωπον πρὸς πρόσωπον· ἄρτι γινώσκω ἐκ μέρους, τότε δὲ ἐπιγνώσομαι καθὼς καὶ ἐπεγνώσθην. 13 νυνὶ δὲ μένει πίστις, ἐλπίς, ἀγάπη· τὰ τρία ταῦτα, μείζων δὲ τούτων ἡ ἀγάπη.
*13:2 ⸂καὶ ἐὰν⸃ Treg NA28 RP ] κἂν WH
†13:2 ⸄καὶ ἐὰν⸅ NA28 RP ] κἂν WH Treg
‡13:2 μεθιστάναι Treg NA28 ] μεθιστάνειν WH RP
§13:3 ⸂καὶ ἐὰν⸃ RP ] κἂν WH Treg NA28
*13:3 ⸄καὶ ἐὰν⸅ Treg NA28 RP ] κἂν WH
†13:3 καυθήσομαι NIV ] καυθήσωμαι Treg RP; καυχήσωμαι WH NA28
‡13:4 ἡ ἀγάπη Treg NA28 RP ] – WH
§13:8 πίπτει WH Treg NA28 ] ἐκπίπτει RP
*13:9 γὰρ WH Treg NA28 ] δὲ RP
†13:10 τὸ WH Treg NA28 ] τότε τὸ RP
‡13:11 ἐλάλουν … ἐλογιζόμην ὡς νήπιος WH Treg NA28 ] ὡς νήπιος ἐλάλουν … ἐλογιζόμην RP
§13:11 ὅτε WH Treg NA28 ] + δὲ RP