5
Ὅλως ἀκούεται ἐν ὑμῖν πορνεία, καὶ τοιαύτη πορνεία ἥτις οὐδὲ ἐν τοῖς ⸀ἔθνεσιν* ἔθνεσιν WH Treg NA28 ] + ὀνομάζεται RP ὥστε γυναῖκά τινα τοῦ πατρὸς ἔχειν. καὶ ὑμεῖς πεφυσιωμένοι ἐστέ, καὶ οὐχὶ μᾶλλον ἐπενθήσατε, ἵνα ⸀ἀρθῇ ἀρθῇ WH Treg NA28 ] ἐξαρθῇ RP ἐκ μέσου ὑμῶν ὁ τὸ ἔργον τοῦτο ⸀ποιήσας ποιήσας Treg RP ] πράξας WH NA28
Ἐγὼ μὲν γάρ, ⸀ἀπὼν§ ἀπὼν WH Treg NA28 ] ὡς ἀπὼν RPτῷ σώματι παρὼν δὲ τῷ πνεύματι, ἤδη κέκρικα ὡς παρὼν τὸν οὕτως τοῦτο κατεργασάμενον ἐν τῷ ὀνόματι τοῦ κυρίου ἡμῶν ⸀Ἰησοῦ* ⸀Ἰησοῦ WH Treg NA28 ] + Χριστοῦ RP συναχθέντων ὑμῶν καὶ τοῦ ἐμοῦ πνεύματος σὺν τῇ δυνάμει τοῦ κυρίου ἡμῶν ⸁Ἰησοῦ ⸁Ἰησοῦ WH Treg NA28 ] + Χριστοῦ RP παραδοῦναι τὸν τοιοῦτον τῷ Σατανᾷ εἰς ὄλεθρον τῆς σαρκός, ἵνα τὸ πνεῦμα σωθῇ ἐν τῇ ἡμέρᾳ τοῦ ⸀κυρίου κυρίου WH NA28 ] + Ἰησοῦ Treg RP
Οὐ καλὸν τὸ καύχημα ὑμῶν. οὐκ οἴδατε ὅτι μικρὰ ζύμη ὅλον τὸ φύραμα ζυμοῖ; ἐκκαθάρατε τὴν παλαιὰν ζύμην, ἵνα ἦτε νέον φύραμα, καθώς ἐστε ἄζυμοι. καὶ γὰρ τὸ πάσχα ⸀ἡμῶν§ ἡμῶν WH Treg NA28 ] + ὑπὲρ ἡμῶν RPἐτύθη Χριστός· ὥστε ἑορτάζωμεν, μὴ ἐν ζύμῃ παλαιᾷ μηδὲ ἐν ζύμῃ κακίας καὶ πονηρίας, ἀλλʼ ἐν ἀζύμοις εἰλικρινείας καὶ ἀληθείας.
Ἔγραψα ὑμῖν ἐν τῇ ἐπιστολῇ μὴ συναναμίγνυσθαι πόρνοις, 10 ⸀οὐ* οὐ WH Treg NA28 ] καὶ οὐ RP πάντως τοῖς πόρνοις τοῦ κόσμου τούτου ἢ τοῖς πλεονέκταις ⸀καὶ καὶ WH Treg NA28 ] ἢ RP ἅρπαξιν ἢ εἰδωλολάτραις, ἐπεὶ ⸀ὠφείλετε ὠφείλετε WH Treg NA28 ] ὀφείλετε RPἄρα ἐκ τοῦ κόσμου ἐξελθεῖν. 11 νῦν δὲ ἔγραψα ὑμῖν μὴ συναναμίγνυσθαι ἐάν τις ἀδελφὸς ὀνομαζόμενος ᾖ πόρνος ἢ πλεονέκτης ἢ εἰδωλολάτρης ἢ λοίδορος ἢ μέθυσος ἢ ἅρπαξ, τῷ τοιούτῳ μηδὲ συνεσθίειν. 12 τί γάρ ⸀μοι§ μοι WH Treg NA28 ] + καί RPτοὺς ἔξω κρίνειν; οὐχὶ τοὺς ἔσω ὑμεῖς κρίνετε, 13 τοὺς δὲ ἔξω ὁ θεὸς ⸀κρίνει* κρίνει WH Treg ] κρινεῖ NA28 RP ⸀ἐξάρατε ἐξάρατε WH Treg NA28 ] Καί ἐξαρεῖτε RPτὸν πονηρὸν ἐξ ὑμῶν αὐτῶν.

*5:1 ἔθνεσιν WH Treg NA28 ] + ὀνομάζεται RP

5:2 ἀρθῇ WH Treg NA28 ] ἐξαρθῇ RP

5:2 ποιήσας Treg RP ] πράξας WH NA28

§5:3 ἀπὼν WH Treg NA28 ] ὡς ἀπὼν RP

*5:4 ⸀Ἰησοῦ WH Treg NA28 ] + Χριστοῦ RP

5:4 ⸁Ἰησοῦ WH Treg NA28 ] + Χριστοῦ RP

5:5 κυρίου WH NA28 ] + Ἰησοῦ Treg RP

§5:7 ἡμῶν WH Treg NA28 ] + ὑπὲρ ἡμῶν RP

*5:10 οὐ WH Treg NA28 ] καὶ οὐ RP

5:10 καὶ WH Treg NA28 ] ἢ RP

5:10 ὠφείλετε WH Treg NA28 ] ὀφείλετε RP

§5:12 μοι WH Treg NA28 ] + καί RP

*5:13 κρίνει WH Treg ] κρινεῖ NA28 RP

5:13 ἐξάρατε WH Treg NA28 ] Καί ἐξαρεῖτε RP