3
1 Κἀγώ, ἀδελφοί, οὐκ ἠδυνήθην ⸂λαλῆσαι ὑμῖν* λαλῆσαι ὑμῖν WH Treg NA28 ] ὑμῖν λαλῆσαι RP ὡς πνευματικοῖς ἀλλʼ ὡς ⸀σαρκίνοις† σαρκίνοις WH Treg NA28 ] σαρκικοῖς RP ὡς νηπίοις ἐν Χριστῷ. 2 γάλα ὑμᾶς ἐπότισα, ⸀οὐ‡ οὐ WH Treg NA28 ] καὶ οὐ RP βρῶμα, οὔπω γὰρ ἐδύνασθε. ἀλλʼ ⸀οὐδὲ§ οὐδὲ WH Treg NA28 ] οὖτε RPἔτι νῦν δύνασθε, 3 ἔτι γὰρ σαρκικοί ἐστε. ὅπου γὰρ ἐν ὑμῖν ζῆλος καὶ ⸀ἔρις* ἔρις WH Treg NA28 ] + καὶ διχοστασίαι RP οὐχὶ σαρκικοί ἐστε καὶ κατὰ ἄνθρωπον περιπατεῖτε; 4 ὅταν γὰρ λέγῃ τις· Ἐγὼ μέν εἰμι Παύλου, ἕτερος δέ· Ἐγὼ Ἀπολλῶ, ⸂οὐκ ἄνθρωποί† οὐκ ἄνθρωποί WH Treg NA28 ] οὐχὶ σαρκικοί RP ἐστε;
5 ⸀Τί‡ Τί WH Treg NA28 ] Τίς RP οὖν ἐστιν ⸂Ἀπολλῶς; τί δέ ἐστιν Παῦλος⸃; ⸀διάκονοι διʼ ὧν ἐπιστεύσατε, καὶ ἑκάστῳ ὡς ὁ κύριος ἔδωκεν.§ Ἀπολλῶς τί δέ ἐστιν Παῦλος WH Treg NA28 ] Παῦλος τίς δὲ Ἀπολλώς RP * διάκονοι WH Treg NA28 ] ἀλλʼ ἢ διάκονοι RP 6 ἐγὼ ἐφύτευσα, Ἀπολλῶς ἐπότισεν, ἀλλὰ ὁ θεὸς ηὔξανεν· 7 ὥστε οὔτε ὁ φυτεύων ἐστίν τι οὔτε ὁ ποτίζων, ἀλλʼ ὁ αὐξάνων θεός. 8 ὁ φυτεύων δὲ καὶ ὁ ποτίζων ἕν εἰσιν, ἕκαστος δὲ τὸν ἴδιον μισθὸν λήμψεται κατὰ τὸν ἴδιον κόπον, 9 θεοῦ γάρ ἐσμεν συνεργοί· θεοῦ γεώργιον, θεοῦ οἰκοδομή ἐστε.
10 Κατὰ τὴν χάριν τοῦ θεοῦ τὴν δοθεῖσάν μοι ὡς σοφὸς ἀρχιτέκτων θεμέλιον ⸀ἔθηκα† ἔθηκα WH Treg NA28 ] τέθεικα RP ἄλλος δὲ ἐποικοδομεῖ. ἕκαστος δὲ βλεπέτω πῶς ἐποικοδομεῖ· 11 θεμέλιον γὰρ ἄλλον οὐδεὶς δύναται θεῖναι παρὰ τὸν κείμενον, ὅς ἐστιν Ἰησοῦς Χριστός· 12 εἰ δέ τις ἐποικοδομεῖ ἐπὶ τὸν ⸀θεμέλιον‡ θεμέλιον WH Treg NA28 ] + τοῦτον RP ⸂χρυσόν, ἄργυρον⸃, λίθους τιμίους, ξύλα, χόρτον, καλάμην,§ χρυσόν ἄργυρον WH NA28 RP ] χρυσίον ἀργύριον Treg 13 ἑκάστου τὸ ἔργον φανερὸν γενήσεται, ἡ γὰρ ἡμέρα δηλώσει· ὅτι ἐν πυρὶ ἀποκαλύπτεται, καὶ ἑκάστου τὸ ἔργον ὁποῖόν ἐστιν τὸ πῦρ ⸀αὐτὸ* αὐτὸ WH Treg NA28 ] – NIV RPδοκιμάσει. 14 εἴ τινος τὸ ἔργον μενεῖ ὃ ἐποικοδόμησεν, μισθὸν λήμψεται· 15 εἴ τινος τὸ ἔργον κατακαήσεται, ζημιωθήσεται, αὐτὸς δὲ σωθήσεται, οὕτως δὲ ὡς διὰ πυρός.
16 Οὐκ οἴδατε ὅτι ναὸς θεοῦ ἐστε καὶ τὸ πνεῦμα τοῦ θεοῦ ⸂οἰκεῖ ἐν ὑμῖν† οἰκεῖ ἐν ὑμῖν Treg NA28 RP ] ἐν ὑμῖν οἰκεῖ WH; 17 εἴ τις τὸν ναὸν τοῦ θεοῦ φθείρει, φθερεῖ τοῦτον ὁ θεός· ὁ γὰρ ναὸς τοῦ θεοῦ ἅγιός ἐστιν, οἵτινές ἐστε ὑμεῖς.
18 Μηδεὶς ἑαυτὸν ἐξαπατάτω· εἴ τις δοκεῖ σοφὸς εἶναι ἐν ὑμῖν ἐν τῷ αἰῶνι τούτῳ, μωρὸς γενέσθω, ἵνα γένηται σοφός, 19 ἡ γὰρ σοφία τοῦ κόσμου τούτου μωρία παρὰ τῷ θεῷ ἐστιν· γέγραπται γάρ· Ὁ δρασσόμενος τοὺς σοφοὺς ἐν τῇ πανουργίᾳ αὐτῶν· 20 καὶ πάλιν· Κύριος γινώσκει τοὺς διαλογισμοὺς τῶν σοφῶν ὅτι εἰσὶν μάταιοι. 21 ὥστε μηδεὶς καυχάσθω ἐν ἀνθρώποις· πάντα γὰρ ὑμῶν ἐστιν, 22 εἴτε Παῦλος εἴτε Ἀπολλῶς εἴτε Κηφᾶς εἴτε κόσμος εἴτε ζωὴ εἴτε θάνατος εἴτε ἐνεστῶτα εἴτε μέλλοντα, πάντα ⸀ὑμῶν‡ ὑμῶν WH Treg NA28 ] + ἐστιν RP 23 ὑμεῖς δὲ Χριστοῦ, Χριστὸς δὲ θεοῦ.
*3:1 λαλῆσαι ὑμῖν WH Treg NA28 ] ὑμῖν λαλῆσαι RP
†3:1 σαρκίνοις WH Treg NA28 ] σαρκικοῖς RP
‡3:2 οὐ WH Treg NA28 ] καὶ οὐ RP
§3:2 οὐδὲ WH Treg NA28 ] οὖτε RP
*3:3 ἔρις WH Treg NA28 ] + καὶ διχοστασίαι RP
†3:4 οὐκ ἄνθρωποί WH Treg NA28 ] οὐχὶ σαρκικοί RP
‡3:5 Τί WH Treg NA28 ] Τίς RP
§3:5 Ἀπολλῶς τί δέ ἐστιν Παῦλος WH Treg NA28 ] Παῦλος τίς δὲ Ἀπολλώς RP
*3:5 διάκονοι WH Treg NA28 ] ἀλλʼ ἢ διάκονοι RP
†3:10 ἔθηκα WH Treg NA28 ] τέθεικα RP
‡3:12 θεμέλιον WH Treg NA28 ] + τοῦτον RP
§3:12 χρυσόν ἄργυρον WH NA28 RP ] χρυσίον ἀργύριον Treg
*3:13 αὐτὸ WH Treg NA28 ] – NIV RP
†3:16 οἰκεῖ ἐν ὑμῖν Treg NA28 RP ] ἐν ὑμῖν οἰκεῖ WH
‡3:22 ὑμῶν WH Treg NA28 ] + ἐστιν RP