27
1 Χαρὶν ἀδιαφόρου πολλοὶ ἥμαρτον, καὶ ὁ ζητῶν πληθύναι ἀποστρέψει ὀφθαλμόν. 2 Ἀναμέσον ἁρμῶν λίθων παγήσεται πάσσαλος, καὶ ἀναμέσον πράσεως καὶ ἀγορασμοῦ συντριβήσεται ἁμαρτία. 3 Ἐὰν μὴ ἐν φόβῳ Κυρίου κρατήσῃ κατὰ σπουδὴν, ἐν τάχει καταστραφήσεται αὐτοῦ ὁ οἶκος. 4 Ἐν σείσματι κοσκίνου διαμένει κοπρία, οὕτως σκύβαλα ἀνθρώπου ἐν λογισμῷ αὐτοῦ. 5 Σκεύη κεραμέως δοκιμάζει κάμινος, καὶ πειρασμὸς ἀνθρώπου ἐν διαλογισμῷ αὐτοῦ. 6 Γεώργιον ξύλου ἐκφαίνει ὁ καρπὸς αὐτοῦ, οὕτως λόγος ἐνθυμήματος καρδίας ἀνθρώπου.
7 Πρὸ λογισμοῦ μὴ ἐπαινέσῃς ἄνδρα, οὗτος γὰρ πειρασμὸς ἀνθρώπων. 8 Ἐὰν διώκῃς τὸ δίκαιον, καταλήψῃ, καὶ ἐνδύσῃ αὐτὸ ὡς ποδήρη δόξης. 9 Πετεινὰ πρὸς τὰ ὅμοια αὐτοῖς καταλύσει, καὶ ἀλήθεια πρὸς τοὺς ἐργαζομένους αὐτὴν ἐπανήξει. 10 Λέων θήραν ἐνεδρεύει, οὕτως ἁμαρτίαι ἐργαζομένους ἄδικα. 11 Διήγησις εὐσεβοῦς διαπαντὸς σοφία, ὁ δὲ ἄφρων ὡς σελήνη ἀλλοιοῦται. 12 Εἰς μέσον ἀσυνέτων συντήρησον καιρὸν, εἰς μέσον δὲ διανοουμένων ἐνδελέχιζε. 13 Διήγησις μωρῶν προσόχθισμα, καὶ ὁ γέλως αὐτῶν ἐν σπατάλῃ ἁμαρτίας. 14 Λαλιὰ πολυόρκου ὀρθώσει τρίχας, καὶ ἡ μάχη αὐτῶν ἐμφραγμὸς ὠτίων. 15 Ἔκχυσις αἵματος μάχη ὑπερηφάνων, καὶ ἡ διαλοιδόρησις αὐτῶν ἀκοὴ μοχθηρά.
16 Ὁ ἀποκαλύπτων μυστήρια ἀπώλεσε πίστιν, καὶ οὐ μὴ εὕρῃ φίλον πρὸς τὴν ψυχὴν αὐτοῦ. 17 Στέρξον φίλον, καὶ πιστώθητι μετʼ αὐτοῦ· ἐὰν δὲ ἀποκαλύψῃς τὰ μυστήρια αὐτοῦ, οὐ μὴ καταδιώξῃς ὀπίσω αὐτοῦ. 18 Καθὼς γὰρ ἀπώλεσεν ἄνθρωπος τὸν ἐχθρὸν αὐτοῦ, οὕτως ἀπώλεσας τὴν φιλίαν τοῦ πλησίου· 19 καὶ ὡς πετεινὸν ἐκ χειρός σου ἀπελύσας, οὕτως ἀφῆκας τὸν πλησίον, καὶ οὐ θηρεύσεις αὐτόν. 20 Μὴ αὐτὸν διώξῃς, ὅτι μακρὰν ἀπέστῃ, καὶ ἐξέφυγεν ὡς δορκὰς ἐκ παγίδος. 21 Ὅτι θραῦσμά ἐστι καταδῆσαι, καὶ λοιδορίας ἐστὶ διαλλαγή· ὁ δὲ ἀποκαλύψας μυστήρια ἀπήλπισε. 22 Διανεύων ὀφθαλμῷ τεκταίνει κακὰ, καὶ οὐδεὶς αὑτὸν ἀποστήσει ἀπʼ αὐτοῦ. 23 Ἀπέναντι τῶν ὀφθαλμῶν σου γλυκανεῖ στόμα σου, καὶ ἐπὶ τῶν λόγων σου ἐκθαυμάσει, ὕστερον δὲ διαστρέψει τὸ στόμα αὐτοῦ, καὶ ἐν τοῖς λόγοις σου δώσει σκάνδαλον. 24 Πολλὰ ἐμίσησα καὶ οὐχ ὡμοίωσα αὐτῷ, καὶ ὁ Κύριος μισήσει αὐτόν.
25 Ὁ βάλλων λίθον εἰς ὕψος ἐπὶ κεφαλὴν αὐτοῦ βάλλει, καὶ πληγὴ δολία διελεῖ τραύματα. 26 Ὁ ὀρύσσων βόθρον εἰς αὐτὸν ἐμπεσεῖται, καὶ ὁ ἱστῶν παγίδα ἐν αὐτῇ ἁλώσεται. 27 Ὁ ποιῶν πονηρὰ εἰς αὐτὸν κυλισθήσεται, καὶ οὐ μὴ ἐπιγνῷ πόθεν ἥκει αὐτῷ. 28 Ἐμπαιγμὸς καὶ ὀνειδισμὸς ὑπερηφάνων, καὶ ἡ ἐκδίκησις ὡς λέων ἐνεδρεύσει αὐτόν. 29 Παγίδι ἁλώσονται οἱ εὐφραινόμενοι πτώσει εὐσεβῶν, καὶ ὀδύνη καταναλώσει αὐτοὺς πρὸ τοῦ θανάτου αὐτῶν. 30 Μῆνις καὶ ὀργὴ, καὶ ταῦτά ἐστι βδελύγματα, καὶ ἀνὴρ ἁμαρτωλὸς ἐγκρατὴς ἔσται αὐτῶν.